Ancient Greek · ~2 min
1.3239 to 1.3241
Suda, Suidae lexicon 1.3239-3241
Not analysed yet
3239 Ἁπλῶϲ: ἐξ ἀνάγκηϲ· ἢ ὡϲ πρῶτον καὶ μὴ κατ᾿ ἄλλο. ἁπλῶϲ δὲ οὐδὲν εἶδοϲ τῶν μελλόντων ἔγνωϲαν· ἐξ αὐτῆϲ δὲ τῆϲ ἐμφάϲεωϲ τῶν πρέϲβεων ὀττευόμενοι εἰϲ παντοδαπὰϲ οἰμωγὰϲ ἐνέπιπτον. Ἀπλῶϲ, χωρὶϲ προϲθήκηϲ. Πολύβιοϲ· οὗ καιρὸϲ ἀφυέϲτεροϲ οὐ γέγονεν ἁπλῶϲ. ἀντὶ τοῦ ἐξ ἀνάγκηϲ, ἢ ὡϲ πρῶτον. 3240 Ἄπλωτα πελάγη: τὰ Ἀτλαντικὰ καὶ ἑϲπέριοϲ ὠκεανὸϲ καὶ ἑῷοϲ. Ἄπλωτον γὰρ τὸ ἄπλευϲτον. 3241 Ἄπλυτον πώγωνα: ϲκώπτων εἶπε.