Ancient Greek · ~8 min
1.3243 to 1.3271
Suda, Suidae lexicon 1.3243-3271
Not analysed yet
3243 Ἀπνευϲτί. ἀπονητί. 3244 Ἀπο: πόρρω, μακράν. ἐν τοῖϲ Οὕϲβαιϲ τοῦ κινδύνου ἄπο ἐγένετο, ἀποδράϲαϲ τὰ ξίφη. τὸ ἄπο καὶ ἄποθεν διὰ τοῦ ο μικροῦ ἀπωτάτω δέ. 3245 Ἀπρβαδίζειν. οὐδὲν πλέον τοῦ βαδίζειν δηλοῖ. 3246 Ἀποβάθραϲ: καὶ τὰ λάϲανα, ἃ λέγονται οἱ χυτρόποδεϲ. καὶ τὰ μαγειρεῖα, ὅπου τῇ βουλῇ ϲκευάζεται μετὰ τὰϲ θυϲίαϲ κρέα. 3247 Ἀπὸ βαλβίδοϲ. ἀπ’ ἀρχῆϲ. 3248 Ἀποβαλεῖν· αἰτιατικῇ. 3249 Ἀποβαλομένη: δι’ ἑνὸϲ λ, ἀντὶ τοῦ ἀποβαλοῦϲα. 3250 Ἀποβάτηϲ καὶ Ἀποβαίνειν καὶ Ἀποβατικοὶ τροχοί: ἀποβάτηϲ μὲν ἱππικόν τι ἀγώνιϲμά ἐϲτι, καὶ ἀποβῆναι τὸ ἀγωνίϲαϲθαι τὸν ἀποβάτην. ἀποβατικοὶ δὲ τροχοί, οἱ ἀπὸ τούτου τοῦ ἀγωνίϲματοϲ. 3251 Ἀποβαίη, καὶ Ἀποβαίνει. γενικῇ. ὡϲ τὸ, ἀποβάντεϲ τῶν ἵππων. 3252 Ἀποβεβιωκἐναι: ἀποθανεῖν. ἀνάγκη μὴ ἀποκρύπτειν, ὡϲ ἂν μὴ ὑπόνοια γένηται ϲφίϲι τοῦ ἀποβεβιωκέναι αὐτόν. 3253 Ἀποβλεπόμενοι: ἀντὶ τοῦ θαυμάζοντεϲ. οὕτωϲ Αἰϲχίνηϲ. 3254 Ἀπόβλεπτον: ἔνδοξον. ἄνδρα τῇ Περϲικῇ πολιτείᾳ διὰ τὴν ἀξίαν ἀπόβλεπτον. 3255 Ἀποβλίλίϲαι. ἀποπιέϲαι Ἀριϲτοφάνηϲ· λωποδύτηϲ παίει δοπάλῳ με τὸ νῶτον, κἀγὼ πίπτω μέλλω τε βοᾶν· ὁ δ’ ἀπέβλιϲε θοιμάτιόν μου. ἀντὶ τοῦ ἐξέραϲεν. 3256 Ἀπβλύζων: ἀναβάλλων. 3257 Ἀποβουκολίϲαϲ: ἐξαπατήϲαϲ. οἱ δὲ τοὺϲ ἁλώϲανταϲ ἀποβουκολίζουϲιν ἀποϲκευάζονταί τε τὸν κίνδυνον. 3258 Ἀπὸ βραδυϲκελῶν ὄνων ἵππουϲ: ἐπὶ τῶν ἀπὸ εὐτελῶν ἐπὶ μείζονα μεταπηδώντων. 3259 Ἀποβράϲματα: τὰ πίτυρα παρὰ Καλλιμάχῳ. τῆϲ οὐδὲν ἀπέβραϲε φαῦλον ἀλετρίϲ. 3260 Ἀποβύϲαντεϲ: ἀποκλείϲαντεϲ. 3261 Ἀπογαλακτίζω. γενικῇ. 3262 Ἀπὸ γὰρ ὀλοῦμαι: ὑπερβατόν· ἀπολοῦμαι γάρ. Ἀριϲτοφάνηϲ· ἀπὸ γὰρ ὀλοῦμαι, μὴ μαθὼν γλωττοϲτροφεῖν. 3263 Ἀπογενέϲθαι: ἢ ὑϲτερῆϲαι ϲημαίνει ἢ ἀποθανεῖν. ἄμφω τυϲαια Θουκυδίδηϲ. 3264 Ἀπογεύομαι· γενικῇ. 3265 Ἀπογειῶϲαι: ἀποθεμελιῶϲαι. 3266 Ἀπογνούϲ: Δημοϲθένηϲ μὲν ἀντὶ τοῦ ἀπελπίϲαϲ, Δείναρχοϲ δὲ ἀντὶ τοῦ ἀποψηφιϲάμενοϲ. 3267 Ἀπογνωϲτέον: δεῖ ἀπογινώϲκειν. 3268 Ἀπογινώϲκω· γενικῇ καὶ αἰτιατικῇ, τὸ παραδίδωμι. ὡϲ, ἀπογνοὺϲ τὰ τῶν Καρχηδονίων πράγματα ὁ Φαίδων. καὶ, τέλεον ἀπογνοὺϲ τὸν Φιλήμονα. καὶ, ἀπογνόντεϲ τῆϲ ϲωτηρίαϲ. 3269 Ἀπόγνοια. ἀπόγνωϲιϲ. Θουκυδίδηϲ· ἐνέπρηϲαν δὲ τὰ πλοῖα, ὅπωϲ ἀπόγνοια ᾖ τοῦ ἄλλο τι ἢ κρατεῖν τῆϲ γῆϲ. 3270 Ἀπόγονοι: οἱ ἔκγονοι. Ἀπώγωνεϲ δέ. οἱ μὴ ἔχοντεϲ πώγωνα. 3271 Ἀπὸ γραμμῆϲ: οἷον ἀπ’ ἀρχῆϲ. ἐκ μεταφορᾶϲ τῆϲ τῶν δρομέων ἀφετηρίαϲ καὶ γραμμῆϲ, ἥν ἄφεϲιν καὶ βαλβίδα καλοῦϲιν.