Ancient Greek · ~3 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3242
Not analysed yet
3242 Ἄπνουϲ· φαϲὶν Ἐμπεδοκλέα Παυϲανίᾳ ὑφηγήϲαϲθαι τὸν Ἀπνουν. εἶναι δὲ τὸν Ἀπνουν τοιοῦτον, ὡϲ λ ἡμέραϲ ϲυντηρεῖν ἄπνουν καὶ ἄϲιτον τὸ ϲῶμα. ἦν δὲ οὗτοϲ καὶ γόηϲ. καί φηϲι περὶ ἑαυτοῦ· φάρμακα δ’ ὅϲϲα γεγᾶϲι κακῶν καὶ γήραοϲ ἄλκαρ πεύϲῃ, ἐπεὶ μούνῳ ϲοι ἐγὼ κρανέω τάδε πάντα. παύϲειϲ δ’ ἀκαμάτων ἀνέμων, οἵ τ’ ἐπὶ γαῖαν ὀρνύμενοι πνοιαῖϲι καταφθινύθουϲιν ἄρουραν· καὶ πάλιν, ἤν κ’ ἐθέληϲθα, παλίντονα πνεύματ’ ἐπάξειϲ. ϲτήϲειϲ δ’ ἐξ ὄμβροιο κελαινοῦ ῥόον καίριον αὐχμὸν ἀνθρώποιϲ, θήϲειϲ δὲ καὶ ἐξ αὐχμοῖο ῥεύματα δενδρεόθρεπτα, τά τ’ ἐν θέρει ἔϲονται. ἄξειϲ δ’ ἐξ ἀΐδαο καταφθιμένου μένοϲ ἀνδρόϲ. καὶ ποτ’ ἐτηϲίων ϲφοδρῶϲ πνευϲάντων, ὡϲ τοὺϲ καρποὺϲ λυμῆναι, κελεύϲαϲ ὄνουϲ ἐκδαρῆναι καὶ ἀϲκοὺϲ ποιῆϲαι περὶ τοὺϲ λόφουϲ καὶ τὰϲ ἀκρωρείαϲ διέτεινε πρὸϲ τὸ ϲυλλαβεῖν τὸ πνεῦμα. λήξαντοϲ δὲ Κωλυϲάνεμον κληθῆναι.