Ancient Greek · ~3 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3273
Not analysed yet
3273 Ἀπογραφή· ἐπειδάν τιϲ λέγῃ τινὰ ἔχειν τι τῶν τῆϲ πόλεωϲ, ὁ ἐναγόμενοϲ ἀπογραφὴν ποιεῖται δηλῶν ὅϲα τε ἔχει καὶ ὅθεν τὰ χρήματα. μήποτε καὶ εἶδόϲ τινόϲ ἐϲτι δίκηϲ ἡ ἀπογραφή. εἰ γὰρ ἀρνοῖτό τιϲ μὴ ἔχειν, ἀπογραφῆϲ ἐκρίνετο, ὡϲ οὐκ ὀρθῶϲ γεγενημένηϲ τῆϲ ἀπογραφῆϲ. οὕτωϲ Δημοϲθένηϲ ἐν τῷ κατὰ Ἀνδροτίωνοϲ. καὶ Ἀπογραφή, ἡ ἀπαρίθμηϲιϲ. ὁ δὲ Καῖϲαρ Αὔγουϲτοϲ, ὁ μοναρχήϲαϲ, Σ. κ' ἄνδραϲ τοὺϲ ἀρίϲτουϲ τὸν βίον καὶ τὸν τρόπον ἐπιλεξάμενοϲ ἐπὶ πάϲαν τὴν γῆν τῶν ὑπηκόων ἐξέπεμψε· δι’ ὧν ἀπογραφὰϲ ἐποιήϲατο τῶν τε ἀνθρώπων καὶ οὐϲιῶν, αὐτάρκη τινὰ προϲτάξαϲ τῷ δημοϲίῳ μοῖραν ἐκ τούτων εἰϲφέρεϲθαι. αὕτη ἡ ἀπογραφὴ πρώτη ἐγένετο, τῶν πρὸ αὐτοῦ τοῖϲ κεκτημένοιϲ τι μὴ ἀφαιρουμένων, ὡϲ εἶναι τοῖϲ εὐπόροιϲ δημόϲιον ἔγκλημα τὸν πλοῦτον.