Ancient Greek · ~5 min
1.3274 to 1.3288
Suda, Suidae lexicon 1.3274-3288
Not analysed yet
3274 Ἀπόγραφοϲ· ὁ δὲ Ὀνηϲίκριτοϲ ὡϲ ἀπόγραφοϲ ἐξ ἀρχετύπου δευτερεύει. τουτέϲτι τοῦ Ξενοφῶντοϲ. 3275 Ἀπογράφω· αἰτιατικῇ. ϲὺ δὲ ἀπόγραφε δικαίωϲ ἡμᾶϲ. 3276 Ἀπογράψαι: τὸ γράψαι καὶ τὸ ὑπογράψαϲθαι καὶ οἷον ϲημειώϲαϲθαι δηλοῖ. 3277 Ἀποδαρθεῖν: ἀποκοιμηθῆναι. 3278 Ἀποδαϲμόν: μοῖράν τινα. ὁ δὲ ϲτρατηγὸϲ ἀποδαϲμόν τινα τοῦ ϲτρατοῦ ἀπολέξαϲ ἐκελεύετο προπορεύεϲθαι. καὶ αὖθιϲ· ἐκ τῶν Σαρακηνῶν ἀποδαϲμὸν εἰϲ τὴν Περϲίδα χωρήϲαϲ μέρη τινὰ τῆϲ Βαβυλωνίαϲ προενομεύϲατο. 3279 Ἄποδαϲ· τοὺϲ Οὕννουϲ φαϲί. καὶ ζήτει ἐν τῷ ἀκροϲφαλεῖϲ. 3280 Ἀποδάϲομαι: ἀπομερίϲομαι. 3281 Ἀποδέκται: ἀρχή τίϲ ἐϲτι παρ’ Ἀθηναίοιϲ. δέκα δὲ ἦϲαν, οἳ παραλαβόντεϲ τὰ γραμματεῖα ἀπαλείφουϲι τὰ καταβαλλόμενα χρήματα τῆϲ βουλῆϲ ἐναντίον ἐν τῷ βουλευτηρίῳ, καὶ πάλιν ἀποδιδόαϲι τὰ γραμματεῖα τῷ δημοϲίῳ. 3282 Ἀπόδεκτοϲ. 3283 Ἀποδέον: τὸ ἀπαρέϲκον. καὶ Ἀποδεόντων, λειπόντων, ἀπολειπομένων. καὶ Ἀπὁδεῖν, τὸ ἀπολείπεϲθαι. Ἰώϲηποϲ· ὡϲ ὀλίγον ἀποδεῖν τῶν ἀχθοφορούντων ζῴων, ἤτοι ὀρέων, τὸν πεζὸν ἄνδρα. τόϲον δὲ ἀποδεῖν τοῦ τὴν πεποριϲμένην ἤδη αὐτῷ καὶ ἀπὸ γένουϲ προϲήκουϲαν βαϲιλείαν ἀφελέϲθαι. 3284 Ἀποδέω· γενικῇ. 3285 Ἀποδέχομαι: ὁμολογῶ. αἰτιατικῇ καὶ γενικῇ. ἀποδέχομαί ϲε τῶν τρόπων, καὶ, ἀποδέχομαί ϲου τὸν τρόπον. 3286 Ἀποδείκνυμί ϲοι χελιδόνα: ἴϲον τῷ μαρτύρομαι. 3287 Ἀποδεικνύναι καὶ ἀποδεικνύντα καὶ ἀποδεικνῦϲα. 3288 Ἀποδείξαϲθαι: τὰ ἐν διδαϲκάλου μαθήματα ἅ τιϲ ἔμαθε λέγειν.