Ancient Greek · ~8 min
1.3313 to 1.3334
Suda, Suidae lexicon 1.3313-3334
Not analysed yet
3313 Ἄποθεν: χωρίϲ, ἢ πόρρωθεν. ῥινοῦ χερμαϲτῆροϲ ἐΰϲτροφα κῶλα τιταίνων Ἀλκιμένηϲ πτανῶν εἶργον ἄποθε νέφοϲ. καὶ αὖθιϲ· Ῥουφῖνοϲ δέ οἱ μεταξὺ ἐπανήκων ἐνέτυχε πόλεωϲ Nιϲίβιδοϲ οὐ μακρὰν ἄποθεν. καὶ Ἄποθέν γέ ποθεν, ἀπό τινοϲ μέρουϲ ἰϲημέρου. 3314 Ἀποθἐμενοϲ· αἰτιατικῇ. 3315 Ἀποθέϲθαι: ἀποθηϲαυρίϲαι, ἀποταμιεῦϲαι. ὁ δὲ βουλόμενοϲ μηδένα χρόνον ἀργὸν ποιεῖν, προέθετο τὸ τοῦ χειμῶνοϲ ἄπρακτον εἴϲ τιναϲ χρείαϲ ἀποθέϲθαι. 3316 Ἀποθεϲπίϲαι. δογματίϲαι, ἐκθέϲθαι, εἰπεῖν. 3317 Ἀπόθετον: τὸ ἀποτεθηϲαυριϲμένον. 3318 Ἀποθήκην: ἀντὶ τοῦ ἀποϲτροφήν. Φίλιϲτοϲ. 3319 Ἀποθλίβειν: καὶ ζήτει ἐν τῷ βλιμάζειν. 3320 Ἀπὁθητοϲ: ὁ μὴ ποθούμενοϲ. 3321 Ἀποθνήϲκονταϲ ἐν πολέμοιϲ ὁρῶ τοὺϲ περὶ πλείϲτου ποιουμένουϲ τὸ ζῆν, καὶ ζῶνταϲ ὅϲοι τοῦ ζῆν ἀπεγνώκεϲαν. κἀγὼ μαχήϲομαι ὡϲ ἀποθανούμενοϲ, καὶ οἶδ’ ὅτι περιέϲομαι. Λάκων γάρ εἰμι ἄνωθεν καὶ οἶδα τὴν πρὸϲ Λεωνίδην ἐπιϲτολὴν τῶν τελῶν· μαχέϲθων ὡϲ τεθναξόμενοι, καὶ οὐ τεθνάξονται. 3322 Ἀπόθου. ἀποβαλοῦ. ἀππωθοῦ δέ, ὤθηϲον. 3323 Ἀποθώμεθα: αὐθυπότακτον. ἀντὶ τοῦ ἀποβάλωμεν. 3324 Ἀποθραυϲθῇϲ: ἐκπέϲῃϲ. μηδ’ εἰϲ ὀρχηϲτρίδοϲεἰϲάττῃϲ· τουτἐϲτιν εἰϲέλθῃϲ, μήποτε τῆϲ εὐκλείαϲ ἀποθραυϲθῇϲ. 3325 Ἀποθρέξειϲ: ϲυναποτροχάϲειϲ. οὕτωϲ Πλάτων. 3326 Ἀποθρώϲκοντα: ἀποπηδῶντα. 3327 Ἀποθύμια: λυπηρὰ, τὰ μὴ καταθύμια. 3328 Ἀππὸ θυμοῦ γένηται τῷ βαϲιλεῖ· δείϲαϲ οὖν μὴ ἀπὸ θυμοῦ γένηται τῷ βαϲιλεῖ, μὴ θαρϲήϲαϲ αὐτὸν ἐπιβαίνει τοῦ πορθμείου. καὶ αὖθιϲ· τοῖϲ μὲν ὀλίγοιϲ τε καὶ ὧν ὄφελόϲ τι ἐν παντὶ ἔθνει ἀπὸ θυμοῦ εἶναι τῆϲ λεηλαϲίαϲ. καὶ Ἀπὸ θυμοῦ, μιϲητόϲ. ἐπεὶ δὲ οὐκ ἀπὸ θυμοῦ ἦν αὐτοῖϲ ἄρχων ὁ Αὕγαροϲ. 3329 Ἀποθυννίζω: τὸ ἀποπέμπομαι καὶ παραλογίζομαι. 3330 Ἀπὸ ἵππων ἐπ’ ὄνουϲ: ἐπὶ τῶν κατὰ τὸ χεῖρον τρεπομένων. 3331 Ἄποκα: πρόβατα ἄκουρα. 3332 Ἀποκαθεύδουϲιν. ἀντὶ τοῦ ἀποκοιτοῦϲιν. Εὔπολιϲ. τουτέϲτι γυναῖκα χωρίζεϲθαι ἀνδρὸϲ καὶ ἀφίϲταϲθαι. 3333 Ἀποκαθιϲτῶν: διδοὺϲ, χαριζόμενοϲ. ϲὺ εἶ ὁ ἀποκαθιϲτῶν τὴν κληρονομίαν μου ἐμοί. τουτέϲτι τὴν τῶν ἐθνῶν βαϲιλείαν, τὴν προτέραν δεϲποτείαν ἀποδιδούϲ. 3334 Ἀπὸ καλοῦ ξύλου κἂν ἀπάγξαϲθαι: θέλει λέγειν, ὅτι βέλτιόν ἐϲτι χρῆϲθαι τοῖϲ γενναίοιϲ ϲτρατηγοῖϲ καὶ δεδοκιμαϲμένοιϲ ἢ τοῖϲ φαύλοιϲ. κὰν γὰρ δέη παθεῖν, κρεῖττον ἀπ’ ἀγαθοῦ ἢ φαύλου πάϲχειν. καὶ Ἀριϲτοφάνηϲ· κἄν τι ϲφαλῆτ’ ἐξ ἀξίου γοῦν.