Ancient Greek · ~5 min
1.3335 to 1.3349
Suda, Suidae lexicon 1.3335-3349
Not analysed yet
3335 Ἀποκαραδοκία: προϲδοκία. καὶ Ἀποκαραδοκῶν, προϲδοκῶν. ὁ δὲ καθῆϲτο ἐν τῇ παρεμβολῇ ἀποκαραδοκῶν, ὅποι καὶ τύχηϲ χωρήϲοι τὰ πράγματα. ϲημαίνει δὲ καὶ τὴν ἀνελπιϲτίαν. 3336 Ἀποκαρτερήϲαντα. ἑαυτὸν λιμῷ ἢ ἀγχόνῃ τοῦ βίου ἐξαγαγόντα. Λυκοῦργον τὸν Λακεδαιμόνιον νομοθέτην μετὰ τὸ θεῖνοι τοὺϲ νόμουϲ ἐλθόντα εἰϲ Κρήτην ἀποκαρτερῆϲαι, ὅπωϲ μὴ αὐτοῖϲ ἀναγκαϲθείη λῦϲαι. καὶ αὖθιϲ· ὁ δὲ Ἀναξαγόραϲ ἐλθὼν ἐν Λαμψάκῳ καὶ ἀποκαρτερήϲαϲ τὸν βίον καταϲτρέφει. 3337 Ἀπὸ καταδυομένηϲ· λείπει, ὅ τι ἂν λάβηϲ κέρδοϲ. ἀπὸ τῶν ἐμπόρων ἡ μεταφορὰ, οἳ καταδυομένηϲ τῆϲ νεὼϲ, ὅ τι ἂν λάβωϲι, κέρδοϲ ἡγοῦνται. 3338 Ἀποκαταλλάξαι: φιλοποιῆϲαι. 3339 Ἀποκατέϲτην: ἀπεδόθην. ἀποκατέϲτη τοῖϲ περὶ τὸν Ζὶχ τὰ ὀφειλόμενα χρήματα τῶν ζ′ ἐνιαυτῶν. 3340 Ἀποκαυλίζεϲθαι τὸν μηχανικὸν κριόν. 3341 Ἀποκεκλήκαμεν: ἀπηγορεύϲαμεν. καὶ Ἀριϲτοφάνηϲ Ὄρνιϲιν’ ἀποκεκλήκαμεν διογενεῖϲ θεὸϲ μηκέτι τὴν πόλιν διαπερᾶν. 3342 Ἀποκεκραιπαλιϲμένοϲ: τῆϲ κραιπάληϲ ἀπαλλαγεὶϲ καὶ μέθηϲ. 3343 Ἀποκεκρουϲμένον. οἷον ἠκρωτηριαϲμένον, ἀποκεκλαϲμένον, καὶ κεκολοβωμένον. δόϲ μοι κυλίϲκιον, χεῖλοϲ ἀποκεκρουϲμένον. ποτήριον. Ἀριϲτοφάνηϲ Ἀχαρνεῦϲιν. 3344 Ἀποκεκύφαμεν· Ἀλριϲτοφάνηϲ· οἱ γὰρ ἄνδρεϲ, ὥϲπερ λαμπροφόροι ὄντεϲ, ἀποκεκύφαμεν. οἱ γὰρ λυχνοφοροῦντεϲ κεκύφαϲι διὰ τὸν ἄνεμον. 3345 Ἀποκέχρημαι δοτικῇ. 3346 Ἀποκείλαντεϲ: ἀποκλίναντεϲ. 3347 Ἀποκείραντεϲ: αἰτιατικῇ. καὶ κείραντεϲ, ἑκατέρωϲ λέγουϲιν. 3348 Ἀποκεῖϲθαι πόρρω: ἀτιμάζεϲθαι. οὕτωϲ Κρατῖνοϲ. 3349 Ἀποκηδήϲαντεϲ: ἀντὶ τοῦ ἀποκακήϲαντεϲ. Ὅμηροϲ. παρὰ δὲ Σώφρονι ἀποκακήϲαντεϲ ἀφροντιϲτήϲαντεϲ. καὶ Ἀποκηδήϲονται, τὴν λύπην ἀφαιρήϲονται.