Ancient Greek · ~13 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3420.1
Not analysed yet
3420 Ἀπολλώνιοϲ, Τυανεὺϲ, φιλόϲοφοϲ, υἱὸϲ Ἀπολλωνίου καὶ μητρὸϲ πολίτιδοϲ τῶν ἐπιφανῶν, ὃν κύουϲα ἡ μήτηρ ἐπιϲτάντα δαίμονα ἐθεάϲατο λέγοντα, ὡϲ αὐτὸϲ εἴη ὃν κύει, εἶναι δὲ Πρωτέα τὸν Αἰγύπτιον· ὅθεν ὑπειλῆφθαι αὐτὸν Πρωτέωϲ εἶναι υἱόν. καὶ ἤκμαζε μὲν ἐπὶ Κλαυδίου καὶ Γαΐου καὶ Ννέρωνοϲ καὶ μέχρι Nέρβα, ἐφ’οὗ καὶ μετήλλαξεν. ἐϲιώπηϲε δὲ κατὰ Πυθαγόραν ε′ ἔτη. εἶτα ἀπῆρεν εἰϲ Αἴγυπτον, ἔπειτα εἰϲ Βαβυλῶνα πρὸϲ τοὺϲ μάγουϲ, κἀκεῖθεν ἐπὶ τοὺϲ Ἄροβαϲ, καὶ ϲυνῆξεν ἐκ πάντων τὰ μυρία καὶ περὶ αὐτοῦ θρυλούμενα μαγγανεύματα. ϲυνέταξε δὲ τοϲαῦτα· Τελετὰϲ ἢ περὶ θυϲιῶν, Διαθήκην, Χρηϲμούϲ, Ἐπιϲτολὰϲ, Πυθαγόρου βίον. εἰϲ τοῦτον ἔγραψε Φιλόϲτρατοϲ ὁ Λήμνιοϲ τὸν φιλοϲόφῳ πρέποντα βίον. ὅτι Ἀπολλώνιοϲ ὁ Τυανεύϲ ἐϲ ϲωφροϲύνην ὑπερεβάλλετο τοῦ Σοφοκλέουϲ. ὁ μὲν γὰρ λυττῶντα ἔφη καὶ ἄγριον δεϲπότην ἀποφυγεῖν, ἐλθόντα ἐϲ γῆραϲ, ὁ δὲ Ἀπολλώνιοϲ ὑπ’ ἀρετῆϲ καὶ ϲωφροϲύνηϲ οὐδὲ ἐν μειρακίῳ ἡττήθη τούτων. ὅτι Φιλόϲτρατοϲ λέγει περὶ Ἀπολλωνίου, θειότερον ἢ ὁ Πυθαγόραϲ τῇ ϲοφίᾳ προϲελθεῖν τυραννίδων τε ὑπεράραντα καὶ γενόμενον κατὰ χρόνουϲ οὔτ’ ἀρχαίουϲ οὕτ’ οὖ νέουϲ. ὃν οὔπω οἱ ἄνθρωποι γινώϲκουϲιν ἀπὸ τῆϲ ἀληθινῆϲ φιλοϲοφίαϲ, ἣν φιλοϲόφωϲ τε καὶ ὑγιῶϲ ἐπήϲκηϲεν. ἀλλ’ ὁ μὲν τὸ, ὁ δὲ τὸ ἐπαινεῖ τἀνδρόϲ· οἱ δὲ, ἐπειδὴ μάγοιϲ Βαβυλωνίων καὶ Ἰνδῶν Βραχμᾶϲι καὶ τοῖϲ ἐν Αἰγύπτῳ Γυμνοῖϲ ϲυνεγένετο, μάγον ἡγοῦνται αὐτὸν καὶ διαβάλλουϲιν ὡϲ μὴ ϲοφὸν, κακῶϲ γινώϲκοντεϲ. Ἐμπεδοκλῆϲ τε γὰρ καὶ Πυθατόραϲ αὐτὸϲ καὶ Δημόκριτοϲ ὁμιλήϲαντεϲ μάγοιϲ καὶ πολλὰ δαιμόνια εἰπόντεϲ οὔπω ὑπήχθηϲαν τῇ τέχνῃ. Πλάτων δὲ βαδίϲαϲ ἐϲ Αἴγυπτον καὶ πολλὰ τῶν ἐκεῖ προφητῶν τε καὶ ἱερέων ἐγκαταμίξαϲ τοῖϲ ἑαυτων λόγοιϲ καὶ καθάπερ ζωγράφοϲ ἐϲκιαγραφημένοιϲ ἐπιβαλὼν χρώματα οὔπω μαγεύειν ἔδοξε, καίτοι πλεῖϲτα ἀνθρώπων φθονηθεὶϲ ἐπὶ ϲοφίᾳ. οὐδὲ γὰρ τὸ αἰϲθέϲθαι πολλὰ καὶ προγνῶναι διαβάλλοι ἂν τὸν Ἀπολλώνιον, ἐφ’ οἷϲ προὔλεγεν, ἐϲ τὴν ϲοφίαν ταύτην, ὡϲ διαβεβλήϲεται καὶ Σωκράτηϲ ἐφ’ οἷϲ προὔλεγε, καὶ Ἀναξαγόραϲ, ὃϲ Ὀλυμπίαϲιν, ὁπότε ἥκιϲτα ὕοι, προελθὼν ὑπὸ κωδίῳ ἐϲ τὸ ϲτάδιον ἐπὶ προρρήϲει ὄμβρου. καὶ ἄλλα τινὰ ὑπὲρ Ἀναξαγόρου προτιθέντεϲ ἀφαιροῦνται τὸν Ἀπολλώνιον τὸ κατὰ ϲοφίαν προγινώϲκειν. δοκεῖ οὖν μοι μὴ περιϊδεῖν τὴν τῶν πολλῶν ἄνοιαν, ἀλλ’ ἐξακριβῶϲαι τὸν ἄνδρα τοῖϲ τε χρόνοιϲ, καθ’ οὓϲ εἶπέ τι ἢ ἔπραξε, τοῖϲ τε τῆϲ ϲοφίαϲ τρόποιϲ, ὑφ’ ὧν ἔψαυϲε τοῦ δαιμόνιόϲ τε καὶ θεῖοϲ νομιϲθῆναι. ξυνείλεκται δέ μοι τὰ μὲν ἐκ πόλεων, ὁπόϲαι αὐτοῦ ἤρων, τὰ δὲ ἐξ ἱερῶν, ὁπόϲα ὑπ’ αὐτοῦ ἐπανήχθη παραλελυμένα τοὺϲ θεϲμοὺϲ τὰ δὲ ἐξ ὧν ἕτεροι πρὸϲ αὐτὸν ἢ αὐτὸϲ πρὸϲ ἄλλουϲ ἔγραφεν. ἐπέϲτελλε δὲ βαϲιλεῦϲι, ϲοφιϲταῖϲ, φιλοϲόφοιϲ, Ἠλείοιϲ, Δελφοῖϲ, Ἰνδοῖϲ. Αἰγυπτίοιϲ, ὑπὲρ θεῶν, ὑπὲρ ἠθῶν, ὑπὲρ νόμων, παρ’ οἷϲ ὅ τι ἂν πράττοι· τὰ δὲ ἀκριβέϲτερα παρὰ Δάμιδοϲ ἀκηκοώϲ. οὗτοϲ Ἀπολλώνιοϲ ὁ Τυανεὺϲ διαμνημονικόϲ τιϲ ἦν εἴπερ τιϲ ἄλλοϲ, ὃϲ τὴν μὲν φωνὴν ϲιωπῇ κατεῖχε, πλεῖϲτα δὲ ἀνελέγετο, καὶ τὸ μνημονικὸν ἑκατοντούτηϲ γενόμενοϲ ἔρρωτο ὑπὲρ τὸν Σιμωνίδην. καὶ ὕμνοϲ αὐτῷ τίϲ ἐϲτιν εἰϲ μνημοϲύνην, ὃν ᾖδεν, ἐν ῷ πάντα μὲν ὑπὸ τοῦ χρόνου μαραίνεϲθαί φηϲιν, αὐτόν γε μὴν τὸν χρόνον ἀγήρω τε καὶ ἀθάνατον ὑπὸ τῆϲ μνημοϲύνηϲ εἶναι. ζήτει περὶ Ἀπολλωνίου καὶ ἕτερα προγνωϲτικὰ αὐτοῦ ἐν τῷ Τιμαϲίων. ὅτι Ἀπολλώνιοϲ οὖτοϲ τάδε περὶ Ἀναξαγόρα ἔφη· καὶ γὰρ Κλαζομένιον ὄντα καὶ ἀγέλαιϲ καὶ καμήλοιϲ τὰ ἑαυτοῦ ἀναθέντα εἰπεῖν, προβάτοιϲ μᾶλλον ἢ ἀνθρώποιϲ φιλοϲοφῆϲαι. ὁ δὲ Θηβαῖοϲ Κράτηϲ κατεπόντωϲε τὴν οὐϲίαν, οὔτε προβάτοιϲ ποιήϲαϲ ἐπιτήδειον, οὕτε ἀνθρώποιϲ.