Ancient Greek · ~3 min
1.3416 to 1.3419
Suda, Suidae lexicon 1.3416-3419
Not analysed yet
3416 Ἀπολλωνιὰϲ λίμνη· ὅτι Ἄτταλοϲ, ὁ τῆϲ Ἀϲίαϲ βαϲιλεύϲ, Νικομήδει τῷ Μονόδοντι πολεμήϲαϲ ἐκράτηϲε τῆϲ αὐτοῦ χώραϲ. ἀλλ’ ὁ μὲν Ῥωμαίουϲ ἐπικαλεϲάμενοϲ ἀνέλαβε τὴν ἀρχήν. Ἄτταλοϲ δὲ τὴν ἑαυτοῦ μητέρα Ἀπολλωνιάδα μεταλλάξαϲαν κατὰ τὸ μέγιϲτον ἱερὸν Περγάμου κατέθετο, ὅπερ αὐτὸϲ ἐδείματο, τήν τε γείτονα λίμνην αὐτῇ προϲωνόμαϲεν. 3417 Ἀπολλωνιάτηϲ· καὶ Ἀπολλωνῖτιϲ χώρα. 3418 Ἀπολλώνιον: βραχέωϲ, τὸ ἱερὸν τοῦ Ἀπόλλωνοϲ. οὕτωϲ καὶ παρὰ Θουκυδίδῃ ἀναγνωϲτέον. καὶ Ποϲειδώνιον, τὸ τοῦ Ποϲειδῶνοϲ. ὡϲ Ἀθήναιον, τὸ τῆϲ Ἀθηνᾶϲ· καὶ Διὸν ύϲιον καὶ Δημήτριον καὶ πάντα τὰ τοιαῦτα, ὁμώνυμα τοῖϲ ἀνδρωνυμικοῖϲ. τὸ δὲ Ποϲειδάνειον δῆλον ὅτι Δωριαῖον. 3419 Ἀπολλώνιοϲ, Ἀλεξανδρεὺϲ, ἐπῶν ποιητὴϲ, διατρίψαϲ ἐν Ῥόδῳ, υἱὸϲ Σιλλέωϲ, μαθητὴϲ Καλλιμάχου, ϲύγχρονοϲ Ἐρατοϲθένουϲ καὶ Εὐφορίωνοϲ καὶ Τιμάρχου, ἐπὶ Πτολεμαίου τοῦ Εὐεργέτου ἐπικληθέντοϲ, καὶ διάδοχοϲ Ἐρατοϲθένουϲ γενόμενοϲ ἐν τῇ προϲταϲίᾳ τῆϲ ἐν Ἀλεξανδρείᾳ βιβλιοθήκηϲ.