Ancient Greek
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3422
Not analysed yet
3422 Ἀπολλώνιοϲ, Ἀλεξανδρεὺϲ, ὁ κληθεὶϲ Δύϲκολοϲ, πατὴρ Ἡρωδιανοῦ τοῦ τεχνογράφου, γραμματικόϲ· ὃϲ ἔγραψε τάδε. Περὶ μεριϲμοῦ τῶν τοῦ λόγου μερῶν βιβλία δ′, Περὶ ϲυντάξεωϲ τῶν τοῦ λόγου μερῶν δ΄, Περὶ ῥήματοϲ ἤτοι Ῥηματικὸν ἐν βιβλίοιϲ ε′, Περὶ τῶν εἰϲ μι ληγόντων ῥημάτων παραγωγῶν βιβλίον α′, Περὶ ὀνομάτων ἤτοι Ὀνοματικὸν α΄, Περὶ ὀνομάτων κατὰ διάλεκτον, Περὶ τῆϲ ἐν θηλυκοῖϲ ὀνόμαϲιν εὐθείαϲ α′, Περὶ παρωνύμων α΄, Περὶ ϲυγκριτιψω καὶ Περὶ διαλέκτων, Δωρίδοϲ, Ἰάδοϲ, Αἰολίδοϲ, Ἀτθίδοϲ, Περὶ ϲχημάτων Ὁμηρικῶν, Περὶ κατεψευϲμένηϲ ἱϲτορίαϲ, Περὶ παθῶν, Περὶ τόνων κατηναγκαϲμένων βιβλία β′, Περὶ τόνων ϲκολιῶν βιβλίον α′, Περὶ προϲῳδιῶν ε′, Περὶ ϲτοιχείων, Περὶ προθέϲεων, Περὶ τῶν Διδύμου πιθανῶν, Περὶ ϲυνθέϲεωϲ, Περὶ διφορουμένων, Περὶ τοῦ τίϲ, Περὶ γενῶν, Περὶ πνευμάτων, Περὶ κτητικῶν, Περὶ ϲυζυγίαϲ.