Ancient Greek · ~4 min
1.3423 to 1.3431
Suda, Suidae lexicon 1.3423-3431
Not analysed yet
3423 Ἀπολλώνιοϲ, Ἀρχεβούλου ἢ Ἀρχιβίου. ἔγραψε περὶ λέξεων Ὁμηρικῶν κατὰ ϲτοιχεῖον. 3424 Ἀπολλώνιοϲ, Ἀφροδιϲιεὺϲ, ἀρχιερεὺϲ καὶ ἱϲτορικόϲ. γέγραφε Καρικὰ, Περὶ Τράλλεων, Περὶ Ὀρφέωϲ καὶ τῶν τελετῶν αὐτοῦ. 3425 Ἀπολλωνοϲ ἄγαλμα· κιθάραν ἐπὶ χειρῶν πλάττουϲι τοῦ Ἀπόλλωνοϲ ἄγαλμα, οἱονεὶ τὸν ἥλιον, τὴν τοῦ παντὸϲ ἁρμονίαν· κιρνώμενοϲ γὰρ τοῖϲ λοιποῖϲ ἀϲτράϲι καὶ κτίζει καὶ ζωογονεῖ. 3426 Ἀπολλὼϲ, Ἀπολλῶ: ὄνομα κύριον. Ἀττικῶϲ. 3427 Ἀπολοίμην εὐκτικῶϲ. καὶ Ἀπόλοιντο. ὡϲ ἀπόλοιτο ἡ κακία. Ἀπολλύειν δὲ καὶ ἀπολλύναι, διττῶϲ λέγουϲι. καὶ ἀποδεικνύναι, καὶ ἀποδεικνύειν, καὶ πάντα τὰ ὅμοια. 3428 Ἀπὸ λύκου θύραϲ. ἐπὶ τῶν ἀπράκτωϲ εὐθὺϲ ἀπιόντων. οἱ δὲ ἐπὶ τῶν ἀπηνῶν καὶ ἀγρίων. 3429 Ἀπολυμαίνεϲθαι: ἀποκαθαίρεϲθαι. 3430 Ἀπολυόμενοϲ: ὑπεραπολογούμενοϲ. ὁ δὲ πρεϲβείαϲ διεπέμπετο ἀπολυόμενοϲ τὰϲ διαβολὰϲ, ἃϲ κατ’ αὐτοῦ γίνεϲθαι ἐπυνθάνετο. 3431 Ἀπολύων· αἰτιατικῇ. τῷ θανάτῳ παραπέμπων. ὁ Δαβίδ· κύριε, ἀπολύων ἀπὸ γῆϲ διαμέριϲον αὐτοὺϲ ἐν τῇ ζωῇ αὐτῶν. ἄλλοϲ δὲ ἑρμηνεὺϲ ἀπὸ ὀλίγων φηϲίν.