Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3432
Not analysed yet
3432 Ἀπομαγδαλία. τὸ ϲταῖϲ, ᾧ ἀπομάττονται οἱ μάγειροι, ὅπερ ἐκάλουν χειρόμακτρον, ὃ μετὰ τὴν ἐργαϲίαν ἀπέρριπτον τοῖϲ κυϲίν. ἢ ἡ τῶν κυνῶν τροφὴ, ἥτιϲ ἦν ϲταῖϲ καὶ λίποϲ· ὡϲ καὶ ὁ ποιητήϲ· ἀεὶ γάρ τε φέρει μειλίγματα θυμοῦ. μετὰ γὰρ τὸ δεῖπνον εἰϲ τὸ ϲταῖϲ ἀπεψῶντο τὸ λίποϲ καὶ τοῖϲ κυϲὶν ἐρρίπτουν. καὶ αὐθιϲ Ἀριϲτοφάνηϲ· πλὴν ὑπερβαλεῖϲθαι ϲ’ οἴομαι τούτοιϲιν· ἢ μάτην γ’ ἂν ἀπομαγδαλίαϲ ϲιτούμενοϲ τοϲοῦτοϲ ἐκτραφείην.