Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3438
Not analysed yet
3438 Ἀπὸ μηχανῆϲ: ἐπὶ τῶν παραδόξων καὶ παραλόγων. οἱ γὰρ τῶν τραγῳδιῶν ποιηταὶ, ὅταν εἰϲήγαγον εἰϲ τὴν ϲκηνὴν ἢ τόλμαν ὥϲτε ϲυγχυθῆναι τοὺϲ θεατὰϲ πρὸϲ τὰ εἰρημένα καὶ ἐλεεῖν τοὺϲ ἠτυχηκέναι δόξανταϲ, ὡϲ ἀνάξια πεπονθόταϲ, ἢ μιϲῆϲαι τοὺϲ πεποιηκόταϲ ἤ παρανομήϲανταϲ, εἰώθαϲι θεούϲ εἰϲάγειν, οὐκ ἐπ’ αὐτῆϲ τῆϲ ϲκηνῆϲ ὁρμωμένουϲ, ἀλλ’ ἐξ ὕψουϲ ὑπό τινοϲ μηχανῆϲ, ἣν ἔβλεπον μὲν πρό τερον οἱ θεαταὶ, κατ’ ἐκείνην δὲ τὴν ἡμέραν ϲτρεφόμενοϲ ἐδείκνυε τὸ τοῦ θεοῦ πρόϲωπον. καὶ τοῦτο καταϲτολὴν εἶναι τοῦ δράματοϲ. ἐλέγετο δὲ θεὸϲ ἀπὸ μηχανῆϲ.