Ancient Greek · ~7 min
1.3439 to 1.3458
Suda, Suidae lexicon 1.3439-3458
Not analysed yet
3439 Ἀπόμιϲθοϲ: ἄμιϲθοϲ, ὁ μιϲθοῦ ἔργον τι διαπραξάμενοϲ καὶ ἄμιϲθοϲ ἀφειμένοϲ. κεῖται ἡ λέξιϲ παρὰ Λυϲίᾳ ἐν τῷ πρὸϲ Καλλικλέα. Ἀπόμιϲθοι δὲ παρὰ Δημοϲθένει, οἱ μιϲθὸν μὴ λαβόντεϲ. 3440 Ἀπομιμοῦμαι· αἰτιατικῇ. 3441 Ἀπομνημόνεύω· αἰτιατικήῆ. 3442 Ἀπομώμοκα: ἀντὶ τοῦ ὁρκωμοϲίαν πρὸϲ γυναῖκαϲ πεποίηκα. καὶ Ἀπομωμοκόταϲ, ἀποταξαμένουϲ. πολλοὺϲ δ’ ἀπομωμοκόταϲ παῖδαϲ πρὸϲ τέρμαϲιν ὥραϲ διεμήριϲαν ἄνδρεϲ ἐραϲταί. Ἀριϲτοφάνηϲ Ὅρνιϲιν. 3443 Ἀπομορξάμενον. ἀποπαυϲάμενον. 3444 Ἀπομόϲαι καὶ κατομόϲαι: τὸ μὲν ἀρνητικὸν, τὸ δὲ καταφατικόν. 3445 Ἀπόμοιρα. μέροϲ. ἀπόμοιρα δὲ τῆϲ ϲτρατιᾶϲ ἀϲκοὺϲ ἐπίφερόμενοι ϲποδιᾶϲ καὶ τέφραϲ πεπληρωμένουϲ, ξιφιδίοιϲ τούτουϲ διέρρηξαν καὶ τὸν ἀέρα ἐθόλωϲαν. καὶ Ἀγαθίαϲ· ἀπόμοιρα δὲ ἦν τῶν Φράγκων, καὶ ἀνὰ τὰ τῇδε πεδία ἐφοίτα χιλοῦ ἕνεκα. 3446 Ἀπομυρίζω. ἀποϲτομίζω. 3447 Ἀπόν: ἀπρεπέϲ. ϲημαίνει καὶ τὸ μὴ παρόν. 3448 Ἀπὸ Νναννάκου: ἐπὶ τῶν ϲφόδρα παλαιῶν καὶ ἀρχαίων. 3449 Ἀπόναϲθαι: κατατρυφᾶν, ἢ ὠφελεῖϲθαι. οὐ μὴν ἀπόναϲθαί γε ξυνέβη τῆϲ βαϲιλείαϲ αὐτῷ· τελευτᾷ γὰρ νόϲῳ ἑπτὰ ταῖϲ πάϲαιϲ ἡμέραιϲ. 3450 Ἀπονέμου τῆϲ ἁμάξηϲ, τῶν δὲ ὅ νων οὐδὲν μέλει: παροιμία ἐπὶ τῶν τὰ οἰκεῖα τημελούντων, τῶν δὲ ἀλλοτρίων ἀμελούντων· παρόϲον οἱ ἰδίαν ἔχοντεϲ ἅμαξαν, ὄνουϲ δὲ μιϲθούμενοι, ἀμελοῦϲιν αὐτῶν. 3451 Ἀπὀνεύειν: ἐκκλίνειν, τρέπεϲθαι. ϲυνέβαινε τοὺϲ Αἰνίουϲ πάλαι μὲν ϲταϲιάζειν, προϲφάτωϲ δὲ ἀπονεύειν, τοὺϲ μὲν πρὸϲ Εὐμένη, τοὺϲ δὲ πρὸϲ Μακεδονίαν. 3452 Ἀπόνειμαι: ἀπόδοϲ. ἀπόνεμε δέ. 3453 Ἀπονέμω· δοτικῇ. 3454 Ἀπονητί: ἄνευ πόνου. Ἀπνευϲτὶ, ἀνιδρωτὶ, ἀκμητὶ, ἀμεταϲτρεπτί· πάντα ταῦτα καὶ ἐκτείνεται καὶ ϲυϲτέλλεται. λέγεται δὲ καὶ Ἀπονητότατα. 3455 Ἀπόνιπτρον· Ἀριϲτοφάνηϲ· ὥϲπερ ἀπόνιπτρον ἐκχέοντεϲ ἑϲπέραϲ. εἰώθαϲι δὲ οἱ ἀρχαῖοι, εἴ ποτε ἐκχέοιτο ἀπόνιπτρον ἀπὸ τῶν θυρίδων, ἵνα μή τιϲ βραχῆ λέγειν τῶν παριόντων, ἐξίτω. καὶ Ἀπονίψαϲθαι μετὰ τὸ δεῖπνον ἔλεγον, πρὸ τοῦ δείπνου δὲ κατὰ χειρόϲ. 3456 Ἀπονομή: ἡ ἀπόμοιρα, ὡϲ μέροϲ τι τῶν περιγινομένων ἐκ τῶν μετάλλων λαμβανούϲηϲ τῆϲ πόλεωϲ. ἢ ὡϲ διαιρουμένων εἰϲ πλείουϲ μιϲθωτάϲ, ἵν’ ἕκαϲτοϲ λάβοι τι μέροϲ. 3457 Ἀπονοϲτήϲει: ἐπανελεύϲεται. 3458 Ἀπονοϲφίζεϲθαι. ἀποχωρίζεϲθαι.