Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3506
Not analysed yet
3506 Ἀπορῶ, γράφω, παρατίλλομαι, λογίζομαι, ἀποβλέπων εἰϲ τὸν ἀγρόν. γράφω μὲν ἀντὶ τοῦ καταγράφω καὶ ζωγραφῶ ἐπὶ τῆϲ γῆϲ, ξύω τῷ δακτύλῳ καί τινι τοιούτῳ παιδιάϲ τιναϲ. παρατίλλομαι δὲ τὰϲ ἐκ τῶν μυκτήρων τίλλω τρίχαϲ ἢ τῶν μαϲχαλῶν. ταῦτα δὲ πάντα ποιοῦϲιν οἱ προϲδεχόμενοι μέν τι, τὸν δὲ χρόνον δαπανῶντεϲ εἰϲ ἀπορίαϲ καὶ ἀμηχανίαϲ, μὴ τυγχάνοντεϲ τοῦ προϲδοκωμένου λογιϲμοῦ. ὅτε γὰρ αὐτοὶ ἐφ’ ἑαυτῶν διατίθενται, ἀλύοντεϲ ἐπιγράφουϲιν. εἰϲ τὸν ἀγρὸν δὲ ἀποβλέπουϲιν ἐπιθυμοῦντεϲ ἐν αὐτῷ εἶναι.