Ancient Greek
1.3490 to 1.3505
Suda, Suidae lexicon 1.3490-3505
Not analysed yet
3490 Ἄποπτὸν: πόρρωθεν ὁρώμενον. ἢ ἀθεώρητον, ὑψηλότατον. 3491 Ἀποπτοϲ· ἐξικέτευϲε, τῆϲ ἐμῆϲ χειρὸϲ θιγὼν, ἀγροὺϲ ϲφε πέμψαι κἀπὶ ποιμνίων νομάϲ, ὡϲ πλεῖϲτον εἴη τοῦτ’ ἄποπτοϲ ἄϲτεοϲ. ἄποπτοϲ γὰρ ὁ ἀθεώρητοϲ. Σοφοκλῆϲ· ὡϲ εὐμαθέϲ ϲου, κἂν ἄποπτοϲ ᾗϲ, ὅμωϲ φώνημ’ ἀκούω. 3492 Ἀποπτύω· αἰτιατικῇ. 3493 Ἀποπυργίζονταϲ λόγουϲ· οὓϲ ἔγραψε Διαγόραϲ ὁ Ἄθεοϲ, ἀνόχῳρηϲιν αὐτοῦ καὶ ἔκπτωϲιν ἔχονταϲ τῆϲ περὶ τὸ θεῖον δόξηϲ. 3494 Ἀπορραγείϲ: ἀντὶ τοῦ ἀποκοπείϲ. καὶ παροιμία· Ἀπορῥαγήϲεται τεινόμενον τὸ καλῴδιον· ἐπὶ τῶν βίᾳ τι καὶ ἀνάγκη ποιούντων. 3495 Ἀπορρέξαντεϲ. ἀπομερίϲαντεϲ, ἀπόμοιραν δόντεϲ. 3496 Ἀπὁρεῖν καὶ ϲφακελίζειν τῷ δεινῷ. τὸ μὲν ϲφακελίζειν φλεγμαίνειν ἐϲτὶ καὶ διὰ τοῦτο ϲπᾶϲθαι. Κρατῖνοϲ. 3497 Ἀπορρἡγνυμι· γενικῇ. 3498 Ἀπορρηθέν: ἀπαγορευθέν. ἐπὶ τοῦ κελεύειν τι μὴ γενέϲθαι. καὶ Ἀπορρηθῇ, ἀντὶ τοῦ ἀποκηρυχθῇ. Πλάτων. 3499 Ἀπορρῆξαι τὴν ψυχήν. ἐκπνεῦϲαι. ἀπορρῆξαι τὴν ψυχὴν διψῶντα μόλιϲ καὶ ὀψὲ τούτου τυχόντα. καὶ Ἀπορρήξουϲι, λαλήϲουϲι. Πιϲίδηϲ· οὓϲ εἰ ϲιωπήϲαιμεν, οἱ λίθοι τάχα φωνὰϲ ἀπορρήξουϲι τῶν πεπραγμένων. 3500 Ἀπορηϲία: ἀντὶ τοῦ ἀπορία. οὕτωϲ Εὔβουλοϲ. καὶ Ἀπ όρρηϲιν, ἀπαγόρευϲιν. ὁ δὲ οὐκ ἤνεγκε τὴν ἀπόρρηϲιν, ἀλλὰ θυμοῦ πληρωθεὶϲ ἔφη. καὶ αὖθιϲ· τὴν γενομένην ἀπόρρηϲιν τοῦ γάμου. ϲημαίνει δὲ καὶ ἀποκήρυξιν παιδόϲ. 3501 Ἀπόρρητα. ἀκατάληπτα, ἀπόκρυφα. ἀπόρρητα ἔλεγον τὰ ἀπειρημένα ἐξάγεϲθαι, οὐ μόνον τὰ ἀπηγορευμένα. ἀπόρρητά τὲ τοῖϲιν ἐχθροῖϲι τοῖϲ ἡμετέροιϲ λέγουϲιν. Ἀριϲτοφάνηϲ Θεϲμοφοριαζούϲαιϲ. Ἀπόρρητα, τὰ ἀπειρημένα ἐν τοῖϲ νόμοιϲ. οὕτωϲ Δημοϲθένηϲ ἐν τῷ ὑπὲρ Κτηϲιφῶντοϲ. πάντα τὰ ἀπειρημένα καὶ ἀπηγορευμένα λέγουϲιν. Ἀριϲτοφάνηϲ· οὔ τι τ’ ἀπόρρητα δρᾶν ἐϲτι μέλλει διόπερ καὶ τὰ μὴ ἐξαγώγιμα ὀνομάζουϲιν οὕτω. 3502 Ἀπορριπτεῖ· αἰτιατικῇ. ἀποβάλλει. καὶ Ἀπορρίπτεϲθαι. αἰτιατικῇ. 3503 Ἀπορροῆϲ: ϲταγόνοϲ. 3504 Ἄποροϲχώρα: ἀντὶ τοῦ ἀπόρευτοϲ. λέγεται δὲ ἄποροϲ καὶ ὁ μὴ δυνάμενοϲ μηχανήν τινα εὑρεῖν, ὁ ἐνδεήϲ. 3505 Ἀποροῦντι: ἐρωτῶντι. ἀποροῦντι δὲ αὐτῷ, τίνι μηχανῇ ἀνεβίω, τόνδε φάναι.