Ancient Greek · ~3 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3508
Not analysed yet
3508 Ἀπορρῶγαϲ: ἐξοχὰϲ ἀπεϲχιϲμέναϲ. ἐπειδή τιναϲ ἀπορῶ γαϲ εὗρε πάροδον διδόνταϲ, καὶ αὐτὰϲ ἀπέκλειϲεν ὁ Διοκλητιανόϲ. καὶ Ἀπορρώξ, ἀπόϲπαϲμα ὄρουϲ. καὶ γένουϲ ἀπογονή. οὗτοϲ δὲ ἦν ἄρα Ἐριννύων ἀπορρώξ. πᾶϲα δ’ ἀπορρὼξ πέτρη ἔην ὑπένέρθε, καὶ ἄμβαϲιϲ οὐ νύ τιϲ ἦεν. Τίμων ἦν τιϲ ἀΐδρυτοϲ ἀβάτοιϲιν εὐϲκώλοιϲι περιειργμένοϲ, Ἐριννύων ἀπορρώξ. ὁ λεγόμενοϲ μιϲάνθρωποϲ, ὅν φηϲι Νεάνθηϲ ἀπὸ ἀχράδοϲ πεϲόντα χωλὸν γενέϲθαι· μὴ προϲιέμενον δὲ ἰατρούϲ, ἀποθανεῖν ϲαπέντα, καὶ μετὰ τὴν τελευτὴν αὐτοῦ τὸν τάφον ἄβατον γενέϲθαι, ὑπὸ θαλάϲϲηϲ περιρραγέντα καὶ ἐν ὁδῷ τῇ ἐκ Πειραιῶϲ εἰϲ Σούνιον φυγούϲῃ. ἀβάτοιϲ δὲ ἀντὶ τοῦ ἄβατοϲ καὶ ἄϲτατοϲ καὶ οἷον ἀκάνθαιϲ τετριχωμένοϲ. καὶ ϲκληρὸϲ ἢ ϲκόλοψι καὶ παττάλοιϲ ἠφανιϲμένοϲ. ἀντὶ τοῦ ϲκυθρωπὸϲ καὶ μιϲάνθρωποϲ.