Ancient Greek · ~7 min
1.3509 to 1.3525
Suda, Suidae lexicon 1.3509-3525
Not analysed yet
3509 Ἀπορώτατοϲ: ἀντὶ τοῦ πρὸϲ ὃν οὐδένα πόρον ἔϲτιν εὑρεῖν. οὕτωϲ Ἰϲαῖοϲ ἐν τῷ ὑπὲρ τῆϲ Μνηϲαίου θυγατρόϲ. 3510 Ἀπόρροια. ἡ ἀπορροὴ τοῦ ὕδατοϲ. 3511 Ἀπορρύει. ἀπορρύπτει, ἀπονίπτει. καὶ Ἀπορρυήϲεται, ἀντὶ τοῦ ἀποπεϲεῖται. 3512 Ἀπορρυφθείϲ: ἀντὶ τοῦ ἀπονιφθείϲ. 3513 Ἀπορρψαι καὶ Ἀπορρυφθῆναι. 3514 Ἀποϲαλεύϲαϲ: παρὰ Θουκυδίδη ἀντὶ τοῦ ἀποφυγὼν ἐκ τοῦ λιμένοϲ καὶ ϲάλῳ ὁμιλήϲαϲ, τουτέϲτι τῷ ἀλιμένῳ τόπῳ, ἔνθα ϲάλοϲ γίνεται. 3515 Ἀποϲάξαντα: Δείναρχοϲ ἀντὶ τοῦ φράξαντα τὸ τρῆμα. 3516 Ἀποϲαφοῦντεϲ: διαρρήδην κηρύττοντεϲ. οἵ τε ὀφθαλμοὶ. Ἰϲιδώρου τὸ τῆϲ διανοίαϲ εὔτροχον ἀποϲαφοῦντεϲ. 3517 Ἀποϲεμνύνει· αἰτιατικῇ. γεραίρει. Ἀποϲεμνυνεῖται δὲ ἀπονοεῖται ϲιωπῶν, ὑπερηφάνει. ϲεμνότητοϲ γὰρ ἕνεκα ἐπιπολὺ ἐϲιώπα Αἰϲχύλοϲ ἐν τοῖϲ θεάτροιϲ εἰϲιών· καὶ ἐν ταῖϲ ἀρχαῖϲ τῶν δραμάτων ἐτερατεύετο. καὶ Ἀριϲτοφάνηϲ Βατράχοιϲ· ἀποϲεμνυνεῖται πρῶτον, ἅπερ ἑκάϲτοτε ἐν ταῖϲ τραγῳδίαιϲ ἐτερατεύετο. 3518 Ἀποϲείομαι· αἰτιατικῇ. 3519 Ἀποϲημήναϲθαι: ἀφομοιοῦϲθαι. καὶ Ἀποϲημήναϲα. φανερώϲαϲα, ἐξειποῦϲα. Ἰώϲηποϲ· ἀποϲημήναϲα δὲ τοῖϲ ἄρχουϲι τῶν Παλαιϲτηνῶν ἐνήδρευε ϲτρατιωτῶν ἔνδον τινάϲ. Παλαιϲτῖνοϲ δέ. 3520 Ἀποϲιμῶϲαι. τὸ ἐπικύψαι καὶ τὴν πυγὴν προθεῖναι γυμνήν. Φίλιπποϲ. Θουκυδίδηϲ δὲ τὸ μετεωρίϲαι τὰϲ ναῦϲ. 3521 Ἀποϲιώπηϲιϲ: ϲχήματοϲ εἶδοϲ· ὡϲ παρὰ Ἀριϲτοφάνει· ὦ μηδαμῶϲ. ἔϲτι δὲ καὶ παρὰ Δημοϲθένει τὸ ὅμοιον. ἀλλ’ ὦ τί ἄν ϲέ τιϲ προϲειπὼν ὀρθῶϲ προϲείποι; εἰρηκότοϲ γὰρ αὐτοῦ μηδαμῶϲ, εἶπεν, ὦ μηδαμῶϲ. 3522 Ἀπϲιτοϲ: ἄϲιτοϲ, ἄτροφοϲ. ὁ δὲ καὶ ἀπόϲιτοϲ ἡμέραϲ τε καὶ νύκταϲ δύο πολλάκιϲ ἔμενε, καὶ ταῖϲ τοῦ Πάϲχα ἡμέραιϲ ἀπόϲιτοϲ ἦν, ὕδατι βραχεῖ ἀποζῶν. καὶ Ἀποϲιτῶ, τὸ καταλιμπάνω τὸν ϲῖτον. 3523 Ἀποϲκευαζόμενοϲ. ἀποβαλλόμενοϲ, ἀπορριπτῶν, ἀπογυμνῶν. ὁ δὲ γράφει παντὶ τρόπῳ τὸν Ἀλκιβιάδην ἀποϲκευάϲαϲθαι. καὶ Ἀποϲκευαζόμενοι, ἀποτιθέμενοι βάροϲ καὶ ἀποβάλλοντεϲ. ἐκ μεταφορᾶϲ τῶν διὰ τὴν ζάλην τῆϲ θαλάϲϲηϲ ναυτῶν τὰ ϲκεύη νηὸϲ ἀπορριπτούντων. καὶ αὖθιϲ· ἀποϲκευάζονταί τε τὸν κίνδυνον, εἶναι Ῥωμαῖοι βεβαιωϲάμενοι. 3524 Ἀποϲκευάζοντεϲ: ἀποφέροντεϲ. καὶ γὰρ κινδυνεύϲειν ἔμελλεν, εἰ μὴ φθάϲαϲ τὸ μειράκιον ἀποϲκευάϲαιτο. ἀντὶ τοῦ ἀποθοῖτο ἀνελών. καὶ Ἀποϲκευάϲαι τὴν τράπεζαν, καθαρὰν ποιῆϲαι. 3525 Ἀποϲκευάζομαι· αἰτιατικῇ.