Ancient Greek · ~5 min
1.3547 to 1.3558
Suda, Suidae lexicon 1.3547-3558
Not analysed yet
3547 Ἀποϲτατήϲω· γενικῇ. ἀποχωριϲθῶ. Ἀρριανόϲ· ἀποϲτατήϲω οὐδὲ ἐγὼ τοῦ ἔργου. καὶ αὖθιϲ· οὐκ ἔϲτιν ὅϲτιϲ ἀποϲτατῆϲαι τοῦ τείχουϲ ἐλέγετο. 3548 Ἀποϲταυροῦντεϲ: ϲταυροῖϲ περικλείοντεϲ. κύκλῳ τὸ νηϲίζον τῆϲ χερονήϲου ὠχύρουν ἀποϲταυροῦντεϲ καὶ περιχαρακοῦντεϲ. 3549 Ἀποϲταίην: μακρὰν γενοίμην. 3550 Ἀποϲτέγειν· μήτε μὴν τειχῶν ἔχειν περίβολον, οἷον ἀποϲτέγειν καὶ ἀναϲτέλλειν τοὺϲ πολεμίουϲ καρτερόν. οἷον ἀπερύκειν, κωλύειν. 3551 Ἀποϲτἐλλω· δοτικῇ. 3552 Ἀποϲτεροῦμαι· γενικῇ. ἔϲτι δὲ καὶ αἰτιατικῇ Ἀποϲτερῶ. 3553 Ἀποϲτέρηϲιϲ: τὸ τὰ ἀλλότρια λαβόνταϲ κατέχειν. καὶ ὅταν ἐλεημοϲύνην μὴ παράϲχωμεν, ἐν ἴϲῳ τοῖϲ ἀποϲτεροῦϲι κολαζόμεθα. 3554 Ἀποϲτερητρίδα· Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· οἴμοι· τίϲ ἂν δῆτ᾿ ἐπιβάλοι ἐξ ἀρνακίδων γνώμην ἀποϲτερητρίδα; ἔπαιξε δὲ πρὸϲ τὸ ἀρνεῖϲθαι, παρονομάϲαϲ ἀπὸ τῶν ἀρνῶν καὶ τοῦ ἀρνεῖϲθαι τοὺϲ δανειϲτάϲ. τὸ δὲ ἀποϲτερητρίδα, ἅμα μὲν ἀπὸ τοῦ ἀποϲτερεῖν, ἅμα δὲ καὶ ἀντὶ τοῦ περιβόλαιον. 3555 Ἀποϲτέρξαϲ· αἰτιατικῇ. καρτερικῶϲ ὑπομείναϲ. ὁ δὲ τροφὴν οὐ προϲέμενοϲ, ἀλλ᾿ ἀποϲτέρξαϲ εὐγενῶϲ τὸν βίον κατέϲτρεψεν. 3556 Ἀπὄϲτηθι: ἀποχώρει. καὶ Ἀποϲτῆναι, ἀποχωριϲθῆναι. τὸ γὰρ ἀποϲτῆναι χαλεπὸν ἀεὶ φύϲεωϲ, ἣν ἔχει τιϲ ἀεί. καίτοι πολλοὶ ταῦτ᾿ ἔπαθον· ξυνόντεϲ γνώμαιϲ ἑτέρων μετέβαλον τοὺϲ τρόπουϲ. 3557 Ἀποϲτῆναι· γενικῇ. 3558 Ἀποϲτηϲμενον: ἀντὶ τοῦ πρὸϲ ϲταθμὸν παραλαβόντα Δημοϲθένηϲ ἐν τῷ πρὸϲ Τιμόθεον. καὶ Ἀιποϲτήϲονται, οἷον ϲταθμῷ λάβωϲιν ἴϲον. καὶ Ἀποϲτήϲαϲθαι, ἀποδοῦναι χρέοϲ.