Ancient Greek
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3546
Not analysed yet
3546 Ἀπόϲταϲιϲ: ἀποχώρηϲιϲ ἐκ διαϲτήματοϲ. Πολύβιοϲ· οὐδενὸϲ ἐπεγνωκότοϲ τῶν πολιτῶν τὸ ϲυμβαῖνον διὰ τὴν ἀπόϲταϲιν, ἅτε μεγάληϲ οὔϲηϲ τῆϲ πόλεωϲ. Ἀπόϲτα ϲιϲ καὶ ἡ Ἀποϲταϲία ἀπό τινοϲ πρόϲ τινα. ὁ δὲ ἀμείβεται τὸν εὐεργέτην ἀποϲτάϲει. καὶ Ἀποϲταϲίου δίκη, ἡ κατὰ τῶν ἀπελευθέρων, ὅταν ἀποϲτῶϲι τῶν ἀπελευθερωϲάντων. Ἀποϲταϲίου δίκη τίϲ ἐϲτι κατὰ τῶν δεδομένη τοῖϲ ἀπελευθερώϲαϲιν, ἐὰν ἀφιϲτῶνται ἀπ᾿ αὐτῶν ἢ προϲτάτην ἕτερον ἐπιγράφωνται, καὶ ἃ κελεύουϲιν οἱ νόμοι μὴ ποιῶϲι. καὶ τοὺϲ μὲν ἁλόνταϲ δεῖ δούλουϲ εἶναι, τοὺϲ δὲ νικήϲανταϲ τελέωϲ λοιπὸν ἐλευθέρουϲ. Ἀποϲταϲίου δίκη· ὅταν δοῦλοϲ ὑπὲρ ἐλευθερίαϲ ἐνίϲταται, φάϲκων μὴ προϲήκειν τοῖϲ δοῦλον αὐτὸν ἀντιποιουμένοιϲ. Ἀπροϲταϲίου δὲ· τῶν μετοίκων ἕκαϲτοϲ προϲτάτην ἔχουϲι κατὰ νόμον ἕνα τῶν ἀϲτῶν, καὶ δι’ αὐτοῦ τό τε μετοίκιον τίθεται κατὰ ἔτοϲ καὶ τὰ ἄλλα διοικεῖται. ὅταν οὖν τιϲ δοκῶν εἶναι μέτοικοϲ προϲτάτην μὴ ἔχῃ ἢ μὴ δῷ τὸ μετοίκιον ἀϲτὸϲ εἶναι φάϲκῃ παρεγγεγραμμένοϲ εἰϲ τὴν πολιτείαν, ὁ βουλόμενοϲ δίκην εἰϲάγει πρὸϲ αὐτὸν, ἥτιϲ λέγεται ἀπροϲταϲίου.