Ancient Greek · ~1 min
1.3562 to 1.3565
Suda, Suidae lexicon 1.3562-3565
Not analysed yet
3562 Ἀποϲτομοῦν. ἀποφράττειν. προέθετο τὰϲ διώρυγαϲ ἀποϲτομοῦν τὰϲ ἐπιφανεϲτάταϲ. 3563 Ἀποϲτρακιϲθῆναι· αἰτιατικῇ. ἐξοριϲθῆναι. ἐν ὀϲτράκοιϲ γὰρ τὸ πρὶν ἐγράφοντο αἱ ἐξορίαι. ὅτι ἀποϲτρακιϲθῆναί φαϲι Κίμωνα τῇ ἀδελφῇ Ἐλπινίκῃ ϲυγκοιμηθέντα ὑπὸ Ἀθηναίων. ἀντὶ τοῦ ἐξοριϲθῆναι. 3564 Ἀποϲτρέφομαι· αἰτιατικῇ. 3565 Ἀποϲτροφή: ἀντὶ τοῦ καταϲτροφή.