Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3566
Not analysed yet
3566 Ἀποϲτυγοῦντεϲ: μιϲοῦντεϲ. Ἰώϲηποϲ· Ἀντίοχοϲ ἀποϲτυγήϲαϲ. Φαβρίκιοϲ ἡγεμὼν καθίϲταται τοῦ πρὸϲ τὸν Πύρρον πολέμου. ἀντικαθεζομένων γὰρ ἀλλήλοιϲ τῶν ϲτρατοπέδων, νύκτωρ φυλάξαϲ τιϲ ὡϲ τὸν Φαβρίκιον ἀφικνεῖται δηλητηρίῳ φαρμάκῳ ἀνελεῖν τὸν Πύρρον ὑφιϲτάμενοϲ, ἤν τιϲ δοθείη πρὸϲ αὐτοῦ χρημάτων ὠφέλεια. ὃν ὁ Φαβρίκιοϲ ἀποϲτυγήϲαϲ τῆϲ ἐπιχειρήϲεωϲ ἀποπέμπει τῷ Πύρρῳ δέϲμιον. ἀγαϲθεὶϲ δὴ τὸ πραχθὲν ὁ Πύρροϲ ἀναβοῆϲαι λέγεται· οὗτόϲ ἐϲτι καὶ οὐκ ἄλλοϲ Φαβρίκιοϲ, ὃν δυϲχερέϲτερον ἄν τιϲ παρατρέψοι τῆϲ οἰκείαϲ ἀρετῆϲ ἡ τῆϲ ϲυνήθουϲ πορείαϲ τὸν ἥλιον.