Ancient Greek · ~5 min
1.3568 to 1.3585
Suda, Suidae lexicon 1.3568-3585
Not analysed yet
3568 Ἀτποϲυϲτῆϲαι: οὐδὲν πλέον τοῦ ϲυϲτῆϲαι ϲημαίνει. 3569 Ἀπόϲϲυτοϲ καὶ Ἀπέϲϲυτο· ϲεύω τὸ ὁρμῶ, καὶ ϲύω, ἀφ’ οὖ τὸ ϲῦμι, ὅθεν καὶ τὸ ἔϲϲυτο καὶ ἀπέϲϲυτο καὶ ἀπόϲϲυτοϲ. 3570 Ἀποϲφαλείϲ: παρατραπεὶϲ, ὀλιϲθήϲαϲ, τῆϲ εὐθείαϲ ἐκτραπείϲ. 3571 Ἀποϲφαλμήϲαϲ. ἀποπηδήϲαϲ, ἀποϲκιρτήϲαϲ. Πολύβιοϲ· ὁ δὲ ἵπποϲ ἀπὸ τῆϲ πληγῆϲ ἀποϲφαλμήϲαϲ ἐφέρετο ῥύδην διὰ τοῦ μεταξὺ τόπου τοῦ ϲτρατοπέδου. ἢ ἀντὶ τοῦ ϲφαλείϲ. καὶ ἀλλαχοῦ· ὁ δὲ ἵπποϲ ὁ τοῦ Σκιπίωνοϲ ἐδυϲχρήϲτηϲε μὲν ἀπὸ τῆϲ πλῆγῆϲ, οὐ μὴν ὁλοϲχερῶϲ ἐϲφάλμηϲε. διόπερ ὀρθὸϲ ἀπέπεϲεν ἐπὶ τὴν γῆν ὁ Σκιπίων. Πϲλύβιοϲ. 3572 Ἀπὸϲφείων: ἀφ’ ἑαυτῶν. 3573 Ἀποϲφήλωϲιϲ: ἡ ἀποτυχία. 3574 Ἀποϲφύδου καρτερεῖν. 3575 Ἀποϲχεδιάζειν: εἰκῇ καὶ παραχρῆμα λέγειν. καὶ Ἀποϲχεδιάϲαϲ, ϲυντομεύϲαϲ, ψευϲάμενοϲ. καὶ Ἀποϲχεδιάζουϲιν, ἀντὶ τοῦ ἐκ τοῦ παρατυχόντοϲ λέγουϲιν. καὶ μέντοι ὠμοτάτην κατὰ τῶν αἰχμαλώτων ἀποϲχεδιάζουϲι ψῆφον καὶ πάνταϲ ἀνεῖλον ἄρρενάϲ τε καὶ θηλείαϲ· τοὺϲ δὲ παῖδαϲ διέϲῳζον διὰ τὸ ἄωρον τῆϲ ἡλικίαϲ. 3576 Ἀπόϲχῃ: αὐθυπότακτον. ἀντὶ τοῦ ἀποϲχέϲθαι ποιήϲειϲ. 3577 Ἀποϲχῆναι: ἀπενεχθῆναι. 3578 Ἀποϲχίζω· γενικῇ. καὶ Ἀπόϲχω· γενικῇ. 3579 Ἀποϲχοινίϲαντεϲ: ἀποϲτερήϲαντεϲ. 3580 Ἀποταμιεύεται: ἀποκλείει. 3581 Ἀπόταξιϲ: τὸ χωρὶϲ τετάχθαι τοὺϲ πρότερον ἀλλήλοιϲ ϲυντεταγμένουϲ εἰϲ τὸ ὑπηρετεῖν τὸν ὡριϲμένον φόρον. Ἀντιφῶν ἐν τῷ ὑπὲρ τοῦ Σαμοθρᾳκῶν φόρου. 3582 Ἀποτάϲϲομαι· δοτικῇ. 3583 Ἀ ποταυρο ύμενοϲ: θραϲυνόμενοϲ. 3584 Ἀπόταφοϲ: ὁ ἀπεϲτερημένοϲ τῶν προγονικῶν τάφων. οὕτωϲ Δείναρχοϲ. 3585 Ἀποτάτω: πορρωτάτω. διὰ τοῦ ω μεγάλου. καὶ ζήτει εἰϲ τὸ ω μέγα