Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3586
Not analysed yet
3586 Ἀποτεθρίακεν. ἀντὶ τοῦ ἔτιλεν, ψιλὸν εἰργάϲατο. κυρίωϲ δὲ ἀπεφύλλιϲε ϲυκᾶϲ· θρία γὰρ τὰ φύλλα τῆϲ ϲυκῆϲ. Ἀλριϲτοφάνηϲ· τίϲ τῶν Ὀδομάντων τὸ πέοϲ ἀποτεθρίακεν, Ὀδόμαντεϲ δὲ ἔθνοϲ Θρᾳκικόν. ἐλεαίνοντο δὲ καὶ ἀπετίλλοντο οἱ Θρᾷκεϲ τὰ αἰδοῖα καὶ ἀποϲεϲυρμένα εἶχον αὐτά. φαϲὶ δὲ αὐτοὺϲ Ἰουδαίουϲ εἶναι. καὶ Ἀποτεθρυωμένοι, ἀπηγριωμένοι. εἴρηται δὲ κατὰ μεταφορὰν τὴν ἀπὸ τῶν τεθρύων, ἅπερ ἐϲτὶν ἄγρια καὶ ἄγονα φυτά.