Ancient Greek · ~7 min
1.358 to 1.373
Suda, Suidae lexicon 1.358-373
Not analysed yet
358 Βοή θοον: ἀντὶ τοῦ ἐν μάχῃ ἔτρεχον. ἀλλ’ οὐχὶ τὸ ἐβοήθουν. τουτέϲτι ϲυνεμάχουν. καὶ B οηθ εῖ· δοτικῇ. ἀντὶ τοῦ μάχεται. ἐϲμὸϲ γυναικῶν οὑτοϲὶ θύραϲι βοηθεῖ. 359 Bo ηθ ῶ δοτικῇ. καὶ Βοηθοίη ϲ, εὐκτικόν. 360 Βόθυνοϲ: εἰδοϲ ἀϲτέροϲ. ζήτει ἐν τῷ κομήτηϲ. 361 Βολβ όϲ· Ἀριϲτοφάνηϲ· καταφαγὼν βολβῶν χύτραν. ἐπὶ τῶν λαγνιϲτάτων. ἐπιτήδειοι γὰρ εἰϲ ϲυνουϲίαν οἱ βολβοί. ἔϲτι δὲ εἶδοϲ ὀϲπρίου, ἢ καὶ κρομμύου. 362 Βολεῶν αϲ: οὕτωϲ οἱ Ἀττικοὶ καλοῦϲιν, οὐ ἡ κόπροϲ τῶν βοῶν καὶ τῶν ὑποζυγίων καὶ τῶν προβάτων βάλλεται. 363 Βοήν: μάχην, καὶ μεγάλην φωνήν. 364 Βόθυνοϲ: τόποϲ τιϲ ἰδίωϲ οὕτω καλούμενοϲ ἐν τῇ ἱερᾷ ὁδῷ, οὗ μνήμην Ἰϲαῖοϲ καὶ Καλλιϲθένηϲ ποιεῖται. 365 Βολίϲ: βέλοϲ, ἀκόντιον, λογχάριον. καὶ Β όλοϲ, τὸ βαλλόμενον εἰϲ ἄγραν ἰχθύων. ἐν Ἐπιγράμμαϲι· Πίγρηϲ μὲν πτανοῖϲιν ἐφεὶϲ βόλον, ἐν δ’ ἁλίοιϲι Κλείτωροϲ, ἐν θηρϲὶν Δᾶμιϲ ἐρημονόμοιϲ. καὶ αὖθιϲ· εὐϲτιβὲϲ αἰθύαιϲ ἰχθυβόλοιϲι λέπαϲ. καὶ Βόλοϲ, ἐν Ἐπιγράμμαϲι· καὶ φελλὸν κρυφίων ϲῆμα λαχόντα βόλων. 366 Β όλιτοϲ. Ἀττικοὶ οὕτω λέγουϲι χωρὶϲ τοῦ β, ὅπερ ἡμεῖϲ βόλβιτον. Ἀριϲτοφάνηϲ· ἐτρεφέτην ἐν πᾶϲι βολίτοιϲ. τουτέϲτιν ἐν πάϲη τρυφῇ καὶ πᾶϲιν ἀγαθοῖϲ. βολίτοιϲ δὲ, ὅτι περὶ βοῶν ὁ λόγοϲ. οὕτω δὲ λέγονται οἱ ϲπέλεθοι τῶν βοῶν. 367 Βολίτου δίκην. πρὸϲ τοὺϲ ἐπὶ μικροῖϲ δίκαϲ ὑπέχονταϲ. ὁ γὰρ Σόλωνοϲ νόμοϲ καὶ τοὺϲ βόλιτον ὑφελομένουϲ κολάζει. 368 Bόλοϲ: ἡ δρόϲοϲ. 369 Βόλοϲ ὁ κυβευτικὸϲ ἀγύρτηϲ λέγεται. ζήτει ἐν τῷ ἀγύρτηϲ. 370 Βομβ άζειν: φθέγμα ἐπὶ τῷ διαϲύρειν καὶ τωθάζειν λεγόμενον. 371 Bομβ άλβιοι: ἀντὶ τοῦ αὐληταί. τὸ δὲ βομβύλιοϲ ἐν προϲθέϲει τοῦ α εἶπε βομβαύλιοϲ, παίζων παρὰ τὸν αὐλόν. 372 B ομβεῖ καὶ Περιβομβεῖ. Σιμοκάτηϲ· ὡϲ δὲ τὸ Περϲικὸν περιεβόμβει τρανέϲτερον, παρεδριμύττετο τὸ πολέμιον. Βόμβ οϲ δὲ ὁ ἦχοϲ τῶν μελιϲϲῶν. βόμβοϲ, ψόφοϲ τιϲ. 373 Bόμβ ηϲεν: ἐψόφηϲέ πωϲ.