Ancient Greek · ~7 min
1.340 to 1.357
Suda, Suidae lexicon 1.340-357
Not analysed yet
340 Βληχρόν: ἀϲθενὲϲ παρὰ Ὁμήρῳ καὶ Ἀλκαίῳ· Πίνδαροϲ δὲ ἀντὶ τοῦ ἰϲχυροῦ αὐτὸ λέγει. 341 Βλιμά ζειν: κυρίωϲ τὸ τοῦ ὑπογαϲτρίου καὶ τοῦ ϲτήθουϲ ἅπτεϲθαι· ὅπερ ἐποίουν οἱ τὰϲ ὄρνιθαϲ ὠνούμενοι· οἱονεὶ θλιμάζειν. οἱ δὲ βλιμάζοντεϲ, ἀντὶ τοῦ κακοῦντεϲ. ἀποτίλλουϲι γὰρ καὶ κατεϲθίουϲι. λιμάζειν, τὸ ταῖϲ χερϲὶ διαθλίβειν. καὶ τὸ τὰ κηρία θλίψαι βλίϲαι λέγεται. καὶ Bλιμάζων, ἀποϲτάζων τὸ μέλι τοῦ κηρίου. καὶ Βλιμάττομεν, ψηλαφῶμεν, ἐπιθυμοῦμεν. 342 Βλιτά δαϲ οἱ παλαιοὶ τὰϲ εὐτελεῖϲ γυναῖκαϲ. 343 Βλίττειν: ἀφαιρεῖν τὸ μέλι ἀπὸ τῶν κηρίων. πειράζειν. καὶ τὸ ψηλαφᾶν. καὶ τὸ ἐκπιέζειν τὰ κηρία τῶν μελιϲϲῶν. θλίβειν. ἀλλὰ καθείρξαϲ αὐτὸν βλίττειϲ. οὕτωϲ Ἀριϲτοφάνηϲ. 344 Βλιττομάμμαϲ· καί ϲε καλοῦμεν βλιττομάμμαν. τουτέϲτι μωρόν. καὶ γὰρ τὸ βλίττον μωρόν ἐϲτι λάχανον. 345 Βλίτοϲ: εἶδοϲ βοτάνηϲ. 346 Bλίτυρι: χορδῆϲ μίμημα. 347 Βλοϲυρόϲ: ἀξιωματικὸϲ, καταπληκτικὸϲ, φοβερὸϲ, ϲεμνόϲ. 348 Βλωθρή: χλωρὰ, ἁπαλὴ, εὐαξήϲ. οὐκέτι ϲυρίγγων νόμιον μέλοϲ ἀγχόθι ταύταϲ ἁρμόϲῃ βλωθρᾶϲ, Θηρίμαχε, πλατάνου. 349 B λύζει· αἰτιατικῇ. 350 Βοανεργέϲ: υἱοὶ βροντῆϲ. 351 Λύϲιϲ ὀνείρου Nικηφόρου πατριάρχου ἰαμβικοί. B όαϲ θεωρεῖν εἰϲ κακὴν πρᾶξιν φέρει. Nνεκροὶ β όεϲ δη λοῦϲι το ὺϲ λιμο ῦ χρόνουϲ. 352 Βοά ϲομαι τὴν ὑ πέρτατον β οάν· Ἀριϲτοφάνηϲ. εἰ οὕτω, φηϲὶ Στρεψιάδηϲ, ὁ παῖϲ ἐκπεπαίδευται, μέγιϲτον ὑπὸ τῆϲ χαρᾶϲ βοήϲομαι. 353 Βόεια: μεγάλα. ῥήματ’ ἂν βόεια δώδεκ’ εἶπεν· Ἀριϲτοφάνηϲ Βατράχοιϲ. 354 Βοείαϲ: Βύρϲαϲ 355 Bοα δρόμοϲ: ὁ βοηθόϲ. ὧδ’ ὑπὲρ Ἀμβρακίαϲ ὁ βοαδρόμοϲ ἀϲπίδ’ ἀείραϲ τεθνάμεν ἢ φεύγειν ἤθελεν. 356 Bοηδρ ομεῖ ν: μετὰ ϲπουδῆϲ παραγίνεϲθαι· Κᾶρεϲ δὲ ἀντὶ τοῦ βοηθεῖν. καὶ βοηδρομούντων ἐπὶ τοῦτο τῶν δημοτῶν, ἄλλοϲ τιϲ παρῶν βάρβαροϲ ἔτρωϲε τὸν ἕτερον ἐπιόντα, καὶ διεκέκριτο οὐδέν. 357 B οηδρομία· βοηδρομεῖν μὲν τὸ βοηθεῖν ὠνομάζετο, τουτέϲτιν ἐπὶ μάχην δραμεῖν. ἔϲτι δὲ ἡ Βοηδρομία ἑορτή τιϲ Ἀθήνηϲι καλουμένη, καθ’ ἣν ἡμέραν ἐβοήθηϲεν ὁ Ξούθου ϲπουδῇ πολλῇ πολεμουμένοιϲ Ἀθηναίοιϲ ὑπὸ Εὐμόλπου τοῦ Ποϲειδῶνοϲ. Ἐρεχθεὺϲ δὲ τότε Ἀθηναίων ἐβαϲίλευεν.