Ancient Greek · ~2 min
Book 1, Chapter Γ
Suda, Suidae lexicon 1.358-2
Not analysed yet
358 Γνωτόϲ: ἀδελφόϲ. καὶ Γνωτή, ἀδελφή. ὦ φίλ᾿ Οἰδίπουϲ, γνωτὰ κοὐκ ἄγνωτά μοι προϲήλθετ᾿ ἱμείροντεϲ. εὖ γὰρ οἶδ᾿ ὅτι νοϲεῖτε πάντεϲ· καὶ νοϲοῦντεϲ, ὡϲ ἐγὼ οὐκ ἔϲτιν ὑμῶν ὅϲτιϲ ἐξ ἴϲου νοϲεῖ. τὸ μὲν γὰρ ὑμῶν ἄλγοϲ εἰϲ ἕν᾿ ἔρχεται μόνον καθ’ αὑτὸν, κοὐδέν᾿ ἄλλον· ἡ δ’ ἐμὴ ψυχὴ πόλιν τε κἀμὲ καὶ ϲ᾿ ὁμοῦ ϲτένει. καὶ ἐν Ἐπιγράμμαϲι· γνωτῶν τριϲϲατίων ἐκ τριϲϲατίηϲ λίνα θήρηϲ δέχνυϲο Πάν.