Ancient Greek · ~7 min
1.342 to 1.357
Suda, Suidae lexicon 1.342-357
Not analysed yet
342 Γνώμην ἐμοί: ὡϲ ἐμοὶ δοκεῖ. 343 Γνωμίδιοιν: τὸ μικρὸν ἐνθύμημα. 344 Γνωμοδοτῶ: γνώμην δίδωμι. 345 Γνωμοτυπικῶϲ: γνωμολογικῶϲ. 346 Γνώμων: τὸ ἐν τοῖϲ ἡλιοτροπίοιϲ πηγνύμενον. ὅπερ ἐφεῦρεν Ἀναξίμανδροϲ καὶ ἔϲτηϲεν ἐπὶ τῶν ϲκιοθήρων. 347 Γνώμονα ἔλεγον τὸν βαλλόμενον ὀδόντα τῷ ὄνῳ, δἰ οὗ τὰϲ ἡλικίαϲ ἐξήταζον. τὸν δὲ αὐτὸν καὶ κατηρτυκότα ἔλεγον. 348 Γνωρίζω· δοτικῇ. αἰτιατικῇ δέ· ἵνα μή τι ἄλλο, ἐξ ὧν εὐεργετῇ γνωρίϲῃ. θεόν. 349 Γνωρίζω: γινώϲκω, ἱϲτορῶ. εἰ γὰρ ἐγώ ϲοι νῦν αὐτὸν γνωρίζω, πέπονθα τὸ τῆϲ παροιμίαϲ, τὸ ϲὸν ὄναρ ϲοι διηγούμενοϲ. 350 Γνωριμώτερον: τοῦτο διχῶϲ λέγεται· ἢ ἁπλῶϲ, οἷον τὸ πρότερον τοῦ ὑϲτέρου, ἢ ἡμῖν, ὅ ἐϲτι τῇ φύϲει ἔϲχατον, ὅ ἐϲτι τὸ ϲύνθετον. 351 Γνώριμοι: φοιτηταί. Πυθαγόραϲ ὁ Σάμιοϲ γνωρίμουϲ ἔϲχε πλεῖον ἢ χ΄. 352 Γνώϲῃ δὲ τοὺϲ τούτου τε κἀμοῦ μαθητάϲ· τούτου μὲν Φορμίϲιο, Μεγαίνετόϲ θ’ ὁ Μάνηϲ: δούλων ὀνόματα. 353 Γνῶϲιϲ· ὅτι πάντων ἡ γνῶϲιϲ ἢ ὁμοιότητί τινι καὶ ταυτότητι γίνεται ἢ ἀνομοιότητι καὶ ἑτερότητι. τὸ γὰρ λευκὸν καὶ τῇ τοῦ λευκοῦ παραθέϲει γνωρίζομεν, διότι ὅμοιον· καὶ τῇ τοῦ μέλανοϲ, τὸ γὰρ ἐναντίον τῷ μέλανι λευκόν. καὶ τήν γε φύϲιν τοῦ ταὐτοῦ καὶ τοῦ ἑτέρου ἐν τῇ ϲυϲτάϲει ταύτηϲ μεμίχθαι φαϲί. 354 Γνῶϲιϲ: ἀντὶ τοῦ κρίϲιϲ· ὡϲ Δημοϲθένηϲ ἐν τῷ κατὰ Ἀριϲτογείτονοϲ. 355 Γνῶϲιϲ· Ἀρριανὸϲ ἐν Παρθικοῖϲ· περὶ Παρθαμαϲίρου δὲ, οὐχὶ Ἀξιδάρου εἶναι, ἀλλὰ τὴν ἑαυτοῦ γνῶϲιν· ὅτι πρῶτοϲ παραβαίνων τὰ ξυγκείμενα ἔτυχε τῆϲ δίκηϲ. ἀντὶ τοῦ τὴν αἰτίαν, τὴν ἀφορμήν. 356 Γνωϲιμαχῆϲαι· αἰτιατικῇ. μετανοῆϲαι, μεταγνῶναι τὸ δίκαιον καὶ πρέπον. ἢ τὸ γνῶναι τὴν ἑαυτοῦ ἀϲθένειαν καὶ τῶν ἐναντίων τὴν ἰϲχύν. οὐκοῦν οἱ πλεῖϲτοι ἐγνωϲιμάχουν καὶ μετεβάλλοντο. Ἀρριανόϲ· εἰ πη Χοϲρόηϲ γνωϲιμαχήϲαϲ ὑποδύϲεται τοῖϲ ἐκ Ῥωμαίων ξὺν δίκῃ ἀξιουμένοιϲ. 357 Γνωϲτοί: φίλοι.