Ancient Greek · ~7 min
1.360 to 1.375
Suda, Suidae lexicon 1.360-375
Not analysed yet
360 Ἀγρίουϲ: Αἰϲχίνηϲ ἐν τῷ κατὰ Τιμάρχου τοὺϲ ϲφόδρα ἐπτοημένουϲ περὶ τὰ παιδικὰ οὕτωϲ ὠνόμαϲε. καὶ Μένανδροϲ δὲ ἄγριον εἶπε κυβευτὴν τὸν λίαν περὶ τὸ κυβεύειν ἐϲπουδακότα. ἀγρίουϲ καὶ κολλοποδιώκταϲ ἐκάλουν οἱ παλαιοὶ τοὺϲ παιδεραϲτάϲ. ὅτι ἐκωμῳδοῦντο οἱ Ἀχαρνεῖϲ ὡϲ ἄγριοι καὶ ϲκληροί· καὶ ζήτει ἐν τῷ δραχαρνεῦ. 361 Ἀγριότηϲ: ὁρμή. θαυμαϲτὴ γάρ τιϲ κίνηϲιϲ, ὡϲ ἔοικε, τἀνθρώπου πρὸϲ τοῦτο τὸ μέροϲἀγριότηϲ. ἐπὶ φιλαργυρίαϲ. καὶ Ἀγριώτατοϲ, ὁ ἀνήμεροϲ. 362 Ἀγριωπόϲ: τὴν ἀγριωπὸν ἀκρατῶϲ γαυρουμένην. λέγει δὲ τὴν ἀμαρτίαν. ἐκ τοῦ ὤψ ὠπόϲ, ὃ ϲημαίνει τὸν ὀφθαλμὸν, τουτέϲτιν ἡ ἀναιδὴϲ καὶ ἄγριοϲ. 363 Ἀγρίππαϲ: ὄνομα κύριον. 364 Ἄγριπποϲ. ἡ ἀγρία ἐλαία. καὶ παροιμία· ἀκαρπότεροϲ ἀγρίππου. 365 Ἀγρίφη: δίκελλα, ϲκεῦοϲ γεωργικὸν πολύγομφον. 366 Ἀγρολέτειρα: ἡ Ἄρτεμιϲ. 367 Ἀγρόμενοι: ϲυναθροίζοντεϲ. ἀγρόμενοι πᾶϲ δῆμοϲ. ϲύνταξιϲ πρὸϲ ϲχῆμα· ὁ δῆμοϲ ἀγρόμενοι· ἐπεὶ ὁ δῆμοϲ πλῆθοϲ ϲημαίνει. 368 Ἀγρονόμοι: οἱ ἐν ἀγροῖϲ διάγοντεϲ. ἠχήειϲ τέττιξ δροϲεραῖϲ ϲταγόνεϲι μεθυϲθεὶϲ, ἀγρόνομον μέλπειϲ μοῦϲαν ἐρημολάλον. ἐν Ἐπιγράμμαϲι. 369 Ἀγρόταϲ: ἀγροίκουϲ. καὶ Ἀγρότηϲ· ὁ ἐν ἀγρῷ διαιτώμενοϲ. ἀλλ᾿ ὡϲ πάροινοϲ ἀγρότηϲ ἀνεκλίθηϲ. καὶ ἐν Ἐπιγράμμαϲι· οἱ τριϲϲοί τοι ταῦτα τὰ δίκτυα θῆκαν ὅμαιμοι ἀγρότα Πὰν, ἄλλοϲ ἄλληϲ ἀπ᾿ ἀγρεϲίηϲ. θηλυκὸν δὲ Ἀγρότιϲ. ἐν Ἐπιγράμμαϲι· ἄνθετο δέρμα λέοντοϲ Τεῦκροϲ Ἄραψ, καὐτὴν ἀγρότιν αἰγανέαν. 370 Ἀγροτέραϲ: ἀγρίου. ἐν Ἐπιγράμμαϲι· τοῦτό ϲοι ἀγροτέρηϲ Διονύϲιοϲ αὐτὸϲ ἐλαίηϲ θῆκε ῥόπαλον. 371 Ἀγροῦ πυγή: ἐπὶ τῶν λιπαρῶν καὶ ἐπιμόνωϲ ᾡτινιοῦν ἔργῳ προϲκαθημένων. 372 Ἀγρωνίδηϲ: ὁ Ἄγρωνοϲ παῖϲ. 373 Ἀγρώϲϲω: τὸ ἀγρεύω. καὶ Ἀγρῶϲται, οἱ κυνηγέται, ἀπὸ τοῦ ἀγρώϲϲω ῥήματοϲ. Ὅμηρὸϲ· ἰχθῦϲ ἀγρώϲϲων. 374 Ἄγρωϲτιϲ: εἶδοϲ βοτάνηϲ. 375 Ἀγροικίζω. καὶ Ἄγροικοϲ, ἄφρων, δύϲκολοϲ· ϲκληρὸϲ καὶ ἀπαίδευτοϲ, ἢ ὁ ἐν ἀγρῷ κατοικῶν. κατὰ μεταφορὰν δὲ ὁρίζονταί τινεϲ τὴν ἀγροικίαν ϲκληρότητα ἤθουϲ· ἡ γὰρ ϲκληρότηϲ κυρίωϲ ἐπὶ ϲωμάτων.