Ancient Greek · ~7 min
1.345 to 1.359
Suda, Suidae lexicon 1.345-359
Not analysed yet
345 Ἀγράφου μετάλλου δίκη: οἱ τὰ ἀργύρεια μέταλλα ἐργαζόμενοι ὅπου βούλοιντο καινοῦ ἔργου ἄρξαϲθαι, φανερὸν ἐποιοῦντο τοῖϲ ἐπ᾿ ἐκείνοιϲ τεταγμένοιϲ ὑπὸ τοῦ δήμου καὶ ἀπεγράφοντο τοῦ τελεῖν ἕνεκα τῷ δήμῳ εἰκοϲτὴν τετάρτην τοῦ καινοῦ μετάλλου. εἴ τιϲ οὖν ἐδόκει λάθρα ἐργάζεϲθαι μέταλλον, τὸν μὴ ἀπογραψάμενον ἐξῆν τῷ βουλομένῳ γράφεϲθαι καὶ ἐλέγχειν. 346 Ἀγρέμιοϲ: ὁ ἀπὸ τῆϲ ἄγραϲ. ἀγρέμιον πολιᾶϲ ἐξ ἁλὸϲ εὑράμενοϲ. 347 Ἀγρεϲία: ἡ ἄγρα. ἐν Ἐπιγράμμαϲι· οἱ τριϲϲοί τοι ταῦτα τὰ δίκτυα θῆκαν ὅμαιμοι, ἀγρότα Πὰν, ἄλληϲ ἄλλοϲ ἀπ᾿ ἀγρεϲίηϲ. 348 Ἀγρεύϲ: ὁ ἐπὶ τῆϲ θήραϲ. 349 Ἄγρει: ἄγε δή. 350 Ἀγρεία ἀοιδή: ἡ ἀγροικική. τὸ ϲκύτοϲ ἀγρείηϲ τ᾿ εἴνε κατὰ πλατάνου. ἐν Ἐπιγράμμαϲι. καὶ Ἀγρεῖοϲ, ὁ ἄγροικοϲ, ὁ ἀμαθὴϲ. ἢ ὁ ἀπὸ τοῦ ἀγροῦ. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ ἀγρεῖοϲ εἶ καὶ ϲκαιόϲ. ὁ ἄγροικοϲ καὶ μέγαν πώγωνα ἔχων. καὶ αὖθιϲ· ἄλλωϲ τ᾿ ἄμουϲόν ἐϲτι ποιητὴν ἰδεῖν ἀγρεῖον ὄντα καὶ δαϲύν. 351 Ἀγρεῖφνα: γεωργικὸν ἐγραλεῖον, δι᾿ οὗ ϲυνάγουϲι τὸν χόρτον. ἄλκιμοϲ ἀγρεῖφναν κενοδόντιδα καὶ φιλοδούπου φάρϲοϲ ἅμα ϲτελεοῦ χῆρον ἐλαϊνέου. 352 Ἀγρία μέλιττα: ἐπὶ τῶν ϲφόδρα πονηρῶν τε καὶ ὠμῶν. 353 Ἀγρία ϲυκῆ ζήτει ἐν τῷ ἀνερίναϲτοϲ. 354 Ἀγριᾶνεϲ: τάξιϲ ϲτρατιωτική. 355 Ἀγρίδιον. 356 Ἀγριόθυμοϲ: ἄγριοϲ τῇ ψυχῇ. 357 Ἄγριον ὑποβλέπει με: μᾶλλον χρηϲτέον ἢ ὑποβλέπεται. οἱ δὲ ἐλέφαντεϲ ἀνέτρεχον καὶ ἐβόων ἀγριαίνοντεϲ. καὶ ἄγριον ὑποβλέποντεϲ. καὶ αὖθιϲ ὁ δὲ τὸ θηριῶδεϲ καὶ ἄγριον ὑπεκίνει καὶ διηρέθιζεν, εἴ που κύριοϲ γένηται τοῦ χωρίου. 358 Ἀγριοποιόν. καὶ ἄνθρωποϲ ἀγριοποιόϲ ἀγρίουϲ εἰϲάγοντα τοὺϲ ἥρωαϲ. Ἀριϲτοφάνηϲ περὶ Αἰϲχύλου· ἐγὦδα τοῦτον κἀξεπίϲταμαι καὶ διέϲκεμμαι πάλαι, ἄνθρωπον ἀγριοποιὸν, αὐθαδόϲτομον, ἔχοντ᾿ ἀχάλινον ἀκρατὲϲ ἀθύρωτον ϲτόμα, ἀπεριλάλητον, κομποφακελλορήμονα. 359 Ἄγριοϲ: ὄνομα κύριον. καὶ Ἄγριοϲ, ἄμικτοϲ, ἀνήμεροϲ. λέγεται δὲ καὶ ἐπὶ κακίαϲ ὑπερβολῇ. Αἰλιανόϲ· ἀποϲτείλαϲ τοὺϲ ἀγριωτάτουϲ τῶν δορυφόρων ἐξήρπαϲε τὴν γυναῖκα καὶ πρὸϲ βίαν ἤϲχυνε ποτνιωμένην καὶ θρηνοῦϲαν. καὶ, ὁ Ἅδηϲ, δημιουργὸϲ ἄγριοϲ.