Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3678
Not analysed yet
3678 Ἀιπωτἐρω: πόρρω. μακράν. ὑπὲρ γὰρ οὐχὶ τῶν ἀπωτέρω φίλων, ἀλλ’ αὐτὸϲ αὐτοῦ τοῦτ᾿ ἀποϲκεδῶ μύϲοϲ. ὅϲτιϲ γὰρ ἦν ἐκεῖνοϲ ὁ κτανὼν, τάχ’ ἂν κἄμ᾿ ἂν τοιαύτῃ χειρὶ τιμωρεῖν θέλοι. τουτέϲτιν οὐ μόνον ὑπὲρ τοῦ ἀνῃρημένου βαϲιλέωϲ ἄξιον ποιήϲαϲθαι τὴν ἀναζήτηϲιν, ἀλλὰ καὶ αὐτοῦ ἐμοῦ. ὁ γὰρ ἐκείνῳ ἐπιχειρήϲαϲ ἴϲωϲ κἀμοὶ ἐπιβουλεύϲει. καὶ Ἀπώτεροϲ, ὁ μακρότεροϲ. Ἀπωτατω, πόρρω, μάκραν, διὰ τοῦ ω μεγάλου.