Ancient Greek · ~7 min
1.3659 to 1.3677
Suda, Suidae lexicon 1.3659-3677
Not analysed yet
3659 Ἀποψοφιεῖν: τὸ πέρδεϲθαι, εὐϲχήμωϲ λέγων. εὐϲχημονέϲτερον δὲ διαπνεῖν καὶ ἀποπνεῖν. 3660 Ἀποψώμενον. καὶ Ἀποψώμεθα, καθαίρομεν τὴν πυγήν. Ἀριϲτοφάνηϲ Πλούτῳ· ἀποψώμεθα δ’ οὐ λίθοιϲ ἔτι ἀλλὰ ϲκοροδίοιϲ. τουτέϲτι τοῖϲ τῶν ϲκορόδων φύλλοιϲ. 3661 Ἀπὸψἀχεῖν: τὸ ἀποθνῄϲκειν ἐν πρώτη Θουκυδίδηϲ. ϲημαίνει δὲ καὶ τὸ ξηραίνειν. ὡϲ τό, ἀποψύχειν ἐν τῷ κλιβάνῳ λίνα τὰ ὑγρανθέντα. 3662 Ἀπώγωνεϲ: οἱ μὴ ἔχοντεϲ πώγωνα. 3663 Ἀπῳδὸνμέλοϲ: τὸ μὴ ἀρέϲκον. τὸ τῆϲ ᾠδῆϲ ἀλλότριον. καὶ Ἄιπῳδόϲ, ὁ κακόηχοϲ, ὁ ἀπὸ τῆϲ ᾠδῆϲ. 3664 Ἄπωθεν: χωρὶϲ ἢ πόρρωθεν. Ῥουφῖνοϲ δέ οἱ μεταξὺ ἐπανήκων ἐνέτυχε πόλεωϲ Νιϲίβιδοϲ οὐ μακρὰν ἄπωθεν. 3665 Ἀπώθηϲαν: ἐξέβαλον. 3666 Ἀπώθητον. τὸ ἐξωθούμενον. καὶ Ἀπωθοῦ, περιϲπωμένωϲ ἀντὶ τοῦ ὤθηϲον. Ἀπόθου δὲ ἀντὶ τοῦ ἀποβαλοῦ, διὰ τοῦ ο μικροῦ. 3667 Ἀπῳκιϲμαι· γενικῇ. 3668 Ἀπώὠλεϲαϲ τὸν οἶνον ἐπιχέαϲ ὕδωρ. ἐπὶ τῶν τὰ καλῶϲ πρὸτερον γενόμενα ὕϲτερον μικροῦ τινοϲ ἕνεκεν κακοῦ ἀνατρεπόντων. ἢ ἐπὶ τῶν ἃ χαρίζονται δολούντων καὶ μὴ ἀκέραια παρεχομένων. αὕτη δὲ ἡ παροιμία γέγονεν ἐκ τοῦ Ἀριϲτίου Κύκλωποϲ, ὥϲ φηϲι Χαμαιλέων ἐν τῷ περὶ Σατύρων. 3669 Ἀπωλεύτων: ἅνευ πώλων. τὰ τέκνα αὐτῶν ἀθροίϲαντεϲ εἵϲ τινα ἅλω καὶ ἱππαγέλην ἐπελάϲαντεϲ ἀπωλεύτων, μάλα ἀνοίκτωϲ ἀλοῶντεϲ διέφθειραν. 3670 Ἀπώλεια: ἡ διαφθορά. 3671 Ἀπωλλύμην: παρατατικὸϲ. ἀπωλωλέκει. 3672 Ἀπώμοτον: ἀπηγορευμένον, φευκτόν· καὶ ἀποίητον. τί δ᾿ ἔϲτ᾿ Ἀθηναίοιϲι πρᾶγμα ἀπώμοτον; Εὔπολιϲ ἐν ταῖϲ Πόλεϲι. καὶ Ἀπώμοτον, ἀπὸ ὠμότητοϲ μὴ γίνεϲθαι, καὶ ἐξόμνυϲθαι. 3673 Ἀπ᾿ ὤμοιϊν: ἀπὸ τῶν ὤμων. 3674 Ἀπώνατο: εὐεργετεῖτο, ὠφελεῖτο. Ἀγαθίαϲ· ἀπώνατο οὖν τῆϲ προπετείαϲ οὐκ ἐν καλῷ. περὶ Θευδέρτου λέγων τοῦ Φράγγων βαϲιλέωϲ. καὶ Ἀπώνητο, ὠφελείαϲ ἔτυχεν, ἀπήλαυϲεν, ὠφελήθη. Αἰλιανόϲ· οὐ μὴν ἀπώνητο οὐδὲν, ἀλλὰ ἐξέζεϲε ζῶν κακοῖϲ θηρίοιϲ, οἱ μὲν εὐλαῖϲ, οἱ δὲ ὅτι οὐ ταύταιϲ, φθειρϲί γε μήν. 3675 Ἀπωξύνθαι. 3676 Ἄπωϲον: τὸ δίωξον, ῶὤθηϲον. καὶ Ἀπῶϲμαι. κἀγὼ εἶπον ἀπῶϲμαι. 3677 Ἀπωϲτόϲ: ἐκδεδιωγμένοϲ. καὶ Ἀπωϲτόν, τὸ ἀπωθητόν.