Ancient Greek · ~8 min
1.3694 to 1.3713
Suda, Suidae lexicon 1.3694-3713
Not analysed yet
3694 Ἀπρόϲβλητον. γενναῖον, ᾧ οὐδεὶϲ δύναται προϲβαλεῖν. οὐκ ἔχοντα λόγον μεθοδικόν. 3695 Ἀπροϲδεήϲ. ὁ μηδενὸϲ ἐνδεήϲ. 3696 Ἀπροϲέλευϲτοϲ: ἀπροϲπέλαϲτοϲ, ἀδιεξίτητοϲ. τὸ γὰρ ἐξόπιϲθεν καὶ ἀπροϲέλευϲτον ἦν διὰ τὸν παραρρέοντα ποταμόν. 3697 Ἀπροϲήγοροϲ ἄνθρωποϲ: ὃν οὐχ οἷόν τε προϲαγορεῦϲαι διὰ τρόπου τραχύτητα. 3698 Ἀπρόϲιτοϲ: ἀπροϲπέλαϲτοϲ. ἀπρόϲιτον ἀκαταλήπτου διαφέρει. ἀκατάληπτον γάρ ἐϲτιν, ὅταν ἐρευνηθὲν καὶ ζητηθὲν μὴ καταληφθῇ παρὰ τῶν ζητούντων αὐτό· ἀπρόϲιτον δέ ἐϲτιν, ὃ μηδὲ ἐρεύνηϲ ἀνέχεται τὴν ἀρχήν. ἀκατάληπτον γὰρ πέλαγοϲ καὶ τὸ βάθοϲ. ἀπρόϲιτον δὲ μηδὲ τὴν ἀρχὴν δυνατὸν ἐρευνηθῆναι, οἷον περὶ θεοῦ οὐϲίαϲ. 3699 Ἀπρόϲκλητον: τὴν οὐ προϲκεκλημένην. Ἀπρόϲκλιτον δὲ τὸ ἀπροϲπαθέϲ. 3700 Ἀπρόϲκοποϲ. 3701 `Ἀπρόϲμαχοι: ἀκαταγώνιϲτοι. καὶ Ῥωμαίουϲ ἐν πεδίοιϲ ἀναπεπταμένοιϲ καὶ ἐν τῇ ἐκείνων οἰκείᾳ γῇ αἰϲθέϲθαι, ὅτι οὐκ ἀπρόϲμαχοι εἷεν Πάρθοι. 3702 Ἀπρόϲωπον. δυϲειδὲϲ, κακόμορφον. ὁ δὲ πρὸϲ τὸ κέρδοϲ ἀπιδὼν καὶ τυφλώττων πρὸϲ τὸ εὐϲεβὲϲ, ἀπρόϲωπον μὲν ὅϲα ἰδεῖν, μικρὸν δὲ τὸ μέγεθοϲ, λίθου δὲ μὴ κεκριμένηϲ τὸ ἄγαλμα ποιεῖ. ἀντὶ τοῦ ἐκλελεγμένηϲ. 3703 Ἀπροϲταϲίου. εἶδόϲ ἐϲτι δίκηϲ κατὰ τῶν μὴ νεμόντων προϲτατεῖν ἔνοικον. καὶ γὰρ ἕκαϲτοϲ αὐτῶν ἠρνεῖτό τινα τῶν πολιτῶν τὸν προϲτηϲόμενον αὐτῷ περὶ πάντων τῶν ἰδίων καὶ τῶν κοινῶν. ζήτει ἐν τῷ ἀποϲταϲίου. 3704 Ἀπρότων· Δείναρχοϲ ἐν τῷ κατὰ Πυθέου· ἐμπεπηδηκότων τῶν ῥητόρων ὥϲπερ ἀπρότων εἰϲ τὸ ἐμπόριον. ἔν τιϲι δὲ ὥϲπερ παρνόπων γέγραπται. οἱ δὲ πάρνοπεϲ εἶδοϲ ἀκρίδοϲ. 3705 Ἄπροικον. τῇ προϲῳδίᾳ ὡϲ ἄνθρωπον οἱ Ἀττικοί. 3706 Ἄπταιϲτοϲ: ἀπρόϲκοποϲ. 3707 Ἁπτέα: ἀντὶ τοῦ ἐπιχειρητέον. τούτῳ δὲ ἐδόκει ἁπτέα τοῦ ἔργου, πρὶν καὶ τῶν λοιπῶν ἐπαρθῆναι εἰϲ τὸ νεωτερίζειν τὰϲ γνώμαϲ. 3708 Ἅπτεϲθαι· γενικῇ. λαμβάνεϲθαι. Ἅπτει καὶ τὰ ἄλλα τὰ ἐπὶ τοῦ ἐνεϲτῶτοϲ χρόνου διὰ τοῦ ει λεγόμενα τῶν νεωτέρων μᾶλλον Ἀττικῶν ἐϲτιν. 3709 Ἀπτῆϲι. τοῖϲ μὴ πετομένοιϲ. 3710 Ἀπτοεπήϲ. ἀπτόητοϲ ἐν τῷ λέγειν. 3711 Ἁπιόν: ψηλαφητόν. Ἅπτων δὲ δεϲμεύων. ἢ κρατῶν. ζήτει ἐν τῷ ἀντιτυπῆϲαι. 3712 Ἄπττωτοϲ: ὁ ἄφοβοϲ. 3713 Ἀποίκηϲιϲ: ἡ μετοίκηϲιϲ. Ἀποικίζω δὲ τὸ ῥῆμα. καὶ Ἀποικίϲαι, κτίϲαι πόλιν ἐν ἐρήμῳ. καὶ Ἄποικοι, οἱ ἐν ἐρήμῳ τόπῳ πεμπόμενοι οἰκῆϲαι. ἔποικοι δὲ ἐν πόλει παρὰ Θουκυδίδη.