Ancient Greek · ~6 min
1.3714 to 1.3728
Suda, Suidae lexicon 1.3714-3728
Not analysed yet
3714 Ἀποικοδομεῖϲ: ἀντὶ τοῦ ἀποφράττειϲ. οὕτωϲ Δημοϲθένηϲ ἐν τῷ πρὸϲ Καλλικλέα. 3715 Ἀποίμωξόν με τοῦ τριωβόλου τὸν ζῶν τα μᾶλλον. τἀμὰ γὰρ διοίχεται. ἀντὶ τοῦ ἀπόλωλα. καὶ Αἰϲχύλοϲ ἐν Μυρμιδόϲιν· Ἀντίλοχον ἀποίμωξόν με τοῦ τεθνηκότοϲ τὸν ζῶντα μᾶλλον. 3716 Ἄποινα: λύτρα, ἃ δίδωϲί τιϲ ὑπὲρ φόνου ἢ ϲώματοϲ. οὕτωϲ Σόλων ἐν νόμοιϲ. 3717 Ἄποιοϲ. ὁ δίχα ποιοῦ. Ἄπυοϲ δὲ διὰ τοῦ υ ψιλοῦ, ὁ δίχα ἕλκουϲ. 3718 Ἀποίϲετε. ἀπενέγκατε. 3719 Ἀποιχόμενα. παρερχόμενα. Ἀριϲτοφάνηϲ· παῦε, παῦε. νεκρὸν γὰρ ὄντα ἐλοιδόρει. ἔθοϲ δὲ ἦν τοῖϲ ἀρχαίοιϲ τοὺϲ ἀποιχομένουϲ μὴ λοιδορεῖν. 3790 Ἀπύλωτον ϲτόμα. ἀθύρωτον ἀλλ’ οὐκ ἀπύλωτον Ἀριϲτοφάνηϲ ἐν Βατράχοιϲ. καὶ Φρύνιχοϲ. οἱ δὲ γράφοντεϲ ἀπύλωτον ἀντὶ τοῦ ἠνεῳγμένον καὶ πύλην μὴ ἔχον, τουτέϲτι μὴ χαλιναγωγούμενον μηδὲ κρατούμενον. 3721 Ἄπυοϲ: ὁ δίχα ἕλκουϲ. 3722 Ἄπυραϲῖτα· ὁ δὲ παρήγγελε τοῖϲ Μακεδόϲι τριῶν ἡμερῶν ϲῖτα παραϲκευάζειν ἄπυρα. καὶ Ἄπυροϲ τροφή, ἡ δι’ ὀπώραϲ καὶ λαχάνων. ὁ δὲ ζήνων ἀπύρῳ τροφῇ ἐκέχρητο καὶ τρίβωνι λεπτῷ. καὶ Ἄπυροϲ οἶνοϲ, ὁ μὴ ἑφθόϲ. καὶ ὁ ἀναδενδρίτηϲ. 3723 Ἄπυϲτα: ἀνήκουϲτα. καὶ ἄπυϲτοι οἱ Ἀθηναῖοι ἀπὸ Θηϲέωϲ. 3724 Ἀπφά: ἀδελφῆϲ καὶ ἀδελφοῦ ὑποκόριϲμα. καὶ Ἀπφὺϲ ὑποκοριϲτικῶϲ, ὁ πατήρ, παπύϲ τιϲ ὢν καὶ ἀπφύϲ. 3725 Ἀπφώ. ἀντὶ τοῦ καὶ νῦν. 3726 Ἀπφώ. ὃ ϲημαίνει τοῦ ἀποκρύφου ἢ τοῦ ἀποκρυβέντοϲ. Ἐλιϲϲαῖοϲ ὁ Προφήτηϲ φηϲί· ποῦ ἐϲτιν ὁ θεὸϲ Ἡλιοῦ Ἀπφώ. ἐπάταξε γὰρ τὰ ὕδατα τῇ τοῦ Ἡλιοῦ μηλωτῇ καὶ οὐ διῃρέθη. 3727 Ἆρα: ϲυλλογιϲτικὸϲ ϲύνδεϲμοϲ. καὶ ἀντὶ τοῦ δὴ, καὶ ὡϲ ἔοικεν, καὶ ὡϲ φαίνεται. οὕτωϲ Πλάτων. 3728 Ἄραβεϲ. ὄνομα ἔθνουϲ. καὶ Ἀραβίζω, τὰ τῶν Ἀράβων φρονῶ. Ἀραβηϲε δὲ ἀντὶ τοῦ ἤχηϲεν.