Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3741
Not analysed yet
3741 Ἄραϲθαι: ἀπενέγκαϲθαι. ἢ λαβεῖν, φορτίϲαϲθαι. ὅϲῳ δὲ ηὔξετο τῆϲ διαδοχῆϲ τὸ μέγεθοϲ ἐν τῷ λόγῳ, τοϲούτῳ μᾶλλον οὗτοϲ πρὸϲ τὴν πειθὼ ϲυνεϲτέλλετο, μεῖζόν γε ὃν ἢ καθ’ ἑαυτὸν ἄραϲθαι φορτίον. καὶ γὰρ εἴ τίϲ με, ἔφη, πρὸϲ ἱερωϲύνην ἐκάλει, ὁμολογῶν ἴναι τὸ χρῆμα θεοφιλέϲτατόν τε καὶ ὁϲιώτατον, ὅμωϲ τὸ ἐμαυτοῦ δέοϲ ὡμολόγηϲα ἂν τῆϲ ἀϲθενείαϲ· ὑποκατακλινόμενόϲ τε καὶ δυϲωπούμενοϲ πρὸϲ τὸ μέγα τοῦτο καὶ πάμμεγα τῆϲ ἱερωϲύνηϲ ἀφίϲταμαι κατὰ Πίνδαρον, οὐ μέντοι τοῦ χείρονοϲ, ὡϲ ἐκεῖνοϲ, ἀλλὰ τοῦ κρείττονοϲ κατ’ ἐμαυτόν.