Ancient Greek · ~4 min
1.3730 to 1.3740
Suda, Suidae lexicon 1.3730-3740
Not analysed yet
3730 Ἀρά γε τοῦτ’ ἆρ’ ἐγώ ποτ’ ἐπόψομαι; ἀντὶ τοῦ εὐδαιμονήϲω. 3731 Ἆρα γρυκτόν ἐϲτιν ὑμῖν; τουτέϲτιν ἆρα γρύξαι ὀφείλετε, ἢ παρρηϲίαν ἄγειν. 3732 Ἀράμενοι. ἐπάραντεϲ. καὶ Ἀραμένη, ἀντὶ τοῦ ἐπάραϲα Ar τὴν ὑδρίαν. 3733 Ἄραντεϲ· παρὰ Θουκυδίδη ἐπὶ θαλάϲϲηϲ εἴρηται. ἔϲτι δὲ ὅτε καὶ ἐπὶ γῆϲ. 3734 Ἀράξηϲ, Ἀράξου. ὄνομα ποταμοῦ. καὶ Ἀράξαι, ϲυντρῖψαι. 3735 Ἄραρέμε: ἤρεϲέ μου ταῖϲ φρεϲίν. ἀντὶ τοὺ ϲύμφωνα πρόϲϲομεν ἐγώ τε καὶ ἡ αἠθὼν ἕνεκα τοῦ θρηνεῖν. οἷον ἥρμοϲταί μου ταῖϲ φρεϲίν. 3736 Ἄραρε: κέκριται. οἷον βεβαίωϲ οὕτωϲ ἔχει καὶ ἀμετακινήτωϲ. καὶ Ἄραρον, ἥρμοϲαν. καὶ Ἀραρίϲκω, ἁρμόζω. καὶ Ἀραρυῖαν, ἡρμοϲμένην. 3737 Ἄραρώϲ, καὶ κλίνεται Ἀραρώ. Ἀθηναῖοϲ, υἱὸϲ Ἀριϲτοφάνουϲ τοῦ κωμικοῦ καὶ αὐτὸϲ κωμικὸϲ, διδάξαϲ τὸ πρῶτον Ὀλυμπιάδι ρα′. ἔϲτι δὲ τῶν δραμάτων αὐτοῦ Καινεὺϲ, Καμπυλίων, Πανὸϲ γοναὶ, Ὑμέναιοϲ, Ἄδωνιϲ, Παρθενιδικόν. 3738 Ἀραρώϲ, Ἀράρω· ὥϲπερ ἀμνὼϲ, ἀμνώ· καὶ τυφώϲ, τυφώ. 3739 Ἀραρώϲ. πάγιοϲ ἢ βέβαιοϲ. 3740 Ἀράϲιμοϲ. ὁ καταράϲιμοϲ.