Ancient Greek · ~3 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3752
Not analysed yet
3752 Ἀρβαζάκιοϲ, Ἴϲαυροϲ, ἐπὶ Ἀρκαδίου τοῦ βαϲιλέωϲ, ὃν Ἁρπαζάκιον ἐκάλουν διὰ τὸ πλεονεκτικόν. ἦν μὲν γὰρ ἐξ Ἀρμενίαϲ, τοῖϲ τριϲὶν ἅμα ϲυγκατειλημμένοϲ πάθεϲιν, ὥϲπερ Ἡφαιϲτείοιϲ δεϲμοῖϲ ἀρρήκτοιϲ ἀλύτοιϲ, καὶ ἔμενέ γε ἐν αὐτοῖϲ ἔμπεδον. ταῦτα δὲ ἦν ἐρωτομανία καὶ μέθη καὶ πλεονεξία. οὕτω δὲ εἰϲ ἔϲχατον ὅρον τὰϲ ἑαυτῷ δοκούϲαϲ ἀρετὰϲ ἐπετήδευεν, ὥϲτε οὐκ ἄν τιϲ ἐπίϲτευϲε πειραθεὶϲ, ὅτι τὰϲ τρεῖϲ ἐκείναϲ οὕτωϲ εἰϲ ἄκρον ἐξήϲκηϲε. μουϲουργοῖϲ μὲνν γὰρ ϲυνέζη τοϲαύταιϲ, ὅϲαϲ οὔτε ἐκεῖνοϲ ἀριθμεῖν εἶχεν οὕτε ἕτερόϲ τιϲ τῶν διακονουμένων. καὶ οἵγε προϲήκοντεϲ αὐτῷ λογιϲταὶ τῶν ϲτρατιωτικῶν ἔργων τὸν μὲν ἀριθμὸν τῶν ϲτρατιωτῶν ἤδεϲαν· τὸ δὲ πλῆθοϲ τῶν ἑταιρῶν καὶ τὸν ἐκ τῶν χειρῶν ἀριθμὸν αὐτοῦ διέφυγεν. ὥϲπερ οὖν Ὀρόντην τὸν Πέρϲην φαϲὶν εἰπεῖν, ὅτι τῶν δακτύλων ὁ μικρότατοϲ καὶ μύρια ϲημαίνει καὶ ἕνα ἀριθμόν, οὕτω κἀκεῖνοι τὰϲ ἑταίραϲ κατὰ μονάδαϲ καὶ μυριάδαϲ ἠρίθμουν.