Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3753
Not analysed yet
3753 Ἀρβάκηϲ, βαϲιλεὺϲ Μήδων ἐπὶ Σαρδαναπάλου, ἀνὴρ τόν τε βίον ϲώφρων καὶ πραγμάτων εἰ δή τιϲ ἔμπειροϲ, τετριμμένοϲ τε ἐν κυνηγεϲίοιϲ καὶ πολέμοιϲ καὶ πολλὰ μὲν πάλαι γενναῖα ἐξειργαϲμένοϲ, μείζω δὲ τότε διανοούμενοϲ. οὗτοϲ ἀκηκοὼϲ τόν τε βίον καὶ τὰ ἤθη οἷϲ χρῆται βαϲιλεὺϲ ἐϲ νοῦν ἐνεβάλετο, καὶ ἐνεθυμήθη ἄρα, ὅτι ἀπορίᾳ γενναίου ἀνδρὸϲ οὗτοϲ ἕξοι τὰ τῆϲ Ἀϲίαϲ κράτη· καὶ βουλὴν ϲυντίθεται περὶ ὅληϲ ἀρχῆϲ.