Ancient Greek · ~3 min
1.377 to 1.382
Suda, Suidae lexicon 1.377-382
Not analysed yet
377 Ἄγροικοϲ ὀργήν: φιλόδικοϲ, ἀκρόχολοϲ, εἰϲ ὀργὴν εὔκολοϲ. Ἀριϲτοφάνηϲ· νῶιν γάρ ἐϲτι δεϲπότηϲ ἄγροικοϲ ὀργήν. καὶ Ἀγροίτηϲ, ὁ ἀγρόϲ. 378 Ἀγροίκου μὴ καταφρόνει ῥήτοροϲ: ὅτι μηδὲ τῶν εὐτελῶν χρὴ καταφρονεῖν. 379 Ἀγροιλῆθεν: Ἀγροίλη δῆμόϲ ἐϲτι φυλῆϲ τῆϲ Ἐρεχθεΐδοϲ. ὁ δὲ δημότηϲ πάλαι ἐλέγετο Ἀγροιλεύϲ. 380 Ἀγροιώτηϲ: ὁ γεωργικὸϲ λεὼϲ, ὁ ἐν ἀγρῷ. ἀγροιώτᾳ τῷδε μονοϲτόρθυγγι Πριήπῳ. ϲτόρθυγξ γὰρ τὸ ἄκρον τοῦ δόρατοϲ ἢ τὸ τοῦ βέλουϲ ϲιδήριον. θηλυκῶϲ δὲ Ἀγροιῶτιϲ διὰ τοῦ ι. 381 Ἄγοι: πολλὰ ϲημαίνει. Ἰϲαῖοϲ δὲ ἀντὶ τοῦ φέρειν καὶ ἐνάγειν καὶ ἕλκειν ἔλαβεν· ἔβλαψε γάρ με, φηϲί, Ξενοκλῆϲ ἀφελόμενοϲ Εὐμάθην εἰϲ ἐλευθερίαν, ἄγοντοϲ ἐμοῦ εἰϲ δουλείαν. Ἀντιφῶν δὲ τὸ ἄγοι ἀντὶ τοῦ ἡγεῖτο παρείληφε· φηϲὶ γὰρ ἐν τῷ περὶ ἀληθείαϲ· τοὺϲ νόμουϲ μεγάλουϲ ἄγοι. 382 Ἀγυιάν: τὸν ϲτενωπὸν Ξενοφῶν. καὶ ὅλωϲ πολλὰ τὰ γλωϲϲηματικὰ παρ᾿ αὐτῷ.