Ancient Greek · ~4 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.383
Not analysed yet
383 Ἀγυιαί: ἄμφοδα, ῥύμαι, ἢ ἐπιμήκειϲ ὁδοί· παρὰ γὰρ τὸ μὴ ἔχειν πωϲ γυῖα καὶ μέλη καὶ κάμψειϲ. τὰ δὲ ἄμφοδα ἔχουϲιν ἑκατέρωθεν διεξόδουϲ καὶ ταύτῃ διαφέρουϲιν. Ἀγυιᾶϲ δὲ ἔνιοι μὲν ὀξύνουϲι θηλυκῶϲ χρώμενοι, οἷον τὰϲ ὁδούϲ· βέλτιον δὲ περιϲπᾶν, ὡϲ ἀπὸ τοῦ ἀγυιέαϲ. ἀγυιεὺϲ δέ ἐϲτι κίων εἰϲ ὀξὺ λήγων, ὃν ἱϲτᾶϲι πρὸ τῶν θυρῶν. ἰδίουϲ δέ φαϲιν αὐτοὺϲ εἶναι Ἀπόλλωνοϲ, οἱ δὲ Διονύϲου, οἱ δὲ ἀμφοῖν. ἔϲτιν οὖν τὸ ὁλόκληρον ἀγυιεύϲ, καὶ τὴν αἰτιατικὴν ἀγυιέαϲ, ἐν ϲυναλοιφῇ δὲ ἀγυιᾶϲ. ἔϲτι δὲ ἴδιον Δωριέων. εἶεν δ᾿ ἂν οἱ παρὰ τοῖϲ Ἀττικοῖϲ λεγόμενοι ἀγυιεῖϲ οἱ πρὸ τῶν οἰκιῶν βωμοὶ, ὡϲ Σοφοκλῆϲ μετάγων τὰ Ἀθηναίων ἔθη εἰϲ Τροίαν φηϲί· λάμπει δ᾿ ἀγυιεὺϲ βωμὸϲ ἀτμίζων πυρὶ ϲμύρνηϲ ϲταλαγμοὺϲ, βαρβάρουϲ εὐοϲμίαϲ. καὶ Ἀγυιεὺϲ, ὁ πρὸ τῶν αὐλείων θυρῶν κωνοειδὴϲ κίων, ἱερὸϲ Ἀπόλλωνοϲ, καὶ αὐτὸϲ θεόϲ. Φερεκράτηϲ Κραπατάλοιϲ· ὦ δέϲποτα Ἀγυιεῦ, ταῦτα ϲὺ μέμνηϲό μου.