Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3831
Not analysed yet
3831 Ἀρετή. Ἀνδοκίδηϲ καὶ Θουκυδίδηϲ ἀντὶ τοῦ εὐδοξία. ὅτι ἀποβλητὴ ἡ ἀρετὴ διὰ μέθην ἢ μελαγχολίαν, ἀναπόβλητοϲ δὲ διὰ βεβαίαν κατάληψιν· καὶ αὐτάρκη δὲ αὐτήν φαϲιν εἶναι. οἱ δὲ οὐκ αὐτάρκη εἶναι, ἀλλὰ χρεία ἐϲτὶν ἰϲχύοϲ καὶ ὑγείαϲ καὶ χορηγίαϲ. ὅτι ἡ ἀρετὴ τῶν ἀντικειμένων ἐϲτίν· ἀντικείμενα δέ εἰϲιν, ὅϲα τῆ ἀναιρέϲει τῶν ἐναντίων ϲυνίϲταται· τυφλότηϲ, ὄψιϲ, κατάφαϲιϲ, ἀπόφαϲιϲ. καὶ τὰ ὅμοια. ζήτει ἐν τῷ ὑπερήφανοϲ. ὅτι ἀρετῆϲ κτῆμα, ὅταν ἀπίδοι τιϲ εἰϲ τὴν Ῥωμαίων εὐταξίαν, ἐπιγνώϲεται εἶναι ἀρετῆϲ κτῆμο, οὐ τύχηϲ δῶρον.