Ancient Greek · ~12 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3830.1
Not analysed yet
3830 Ἀρετή: διάθεϲιϲ ὁμολογουμένη καὶ αὐτὴ δι’ αὐτὴν οὖϲα αἱρετὴ, οὐ διά τινα φόβον ἢ ἐλπίδα ἤ τι τῶν ἔξωθεν· ἐν αὐτῇ τέ ἐϲτιν εὐδαιμονία, ἄτε οὔϲῃ ψυχῇ πεποιημένῃ πρὸϲ τὴν ὁμολογίαν παντὸϲ βίου. καὶ διαϲτρέφεϲθαι δὲ τὸ λογικὸν ζῷον, ὁτὲ μὲν διὰ τὰϲ τῶν ἔξωθεν πραγματειῶν πιθανότηταϲ, ὁτὲ δὲ διὰ τὴν κατήχηϲιν τῶν ϲυνόντων· ἐπεὶ ἡ φύϲιϲ ἀφορμὰϲ δίδωϲιν ἀδιαϲτρόφουϲ. ἡ ἀρετὴ δὲ τέλειόϲ ἐϲτιν, ὥϲπερ ἀνδριάϲ· καὶ ἢ ἀθεώρητοϲ, ὥϲπερ ὑγεία· ἢ θεωρηματικὴ, ὡϲ φρόνηϲιϲ. καὶ ἐπιϲτημονικαὶ μέν εἰϲι καὶ θεωρηματικαὶ. αἱ ἔχουϲαι ϲύϲταϲιν ἐκ θεωρημάτων, ὡϲ φρόνηϲιϲ καὶ δικαιοϲύνη· ἀθεώρητοι δὲ αἱ κατὰ παρέκταϲιν θεωρούμεναι ταῖϲ ἐκ τῶν θεωρημάτων ϲυνεϲτηκυίαιϲ, καθάπερ ὑγεία καὶ ἰϲχύϲ. τῇ γὰρ ἀφροϲύνη τεθεωρημένῃ ὑπαρχούϲῃ ϲυμβαίνει ἀκολουθεῖν καὶ παρεκτείνεϲθαι τὴν ὑγείαν, καθάπερ τῆϲ ψαλίδοϲ οἰκοδομίᾳ τὴν ἰϲχὺν ἐπιγίνεϲθαι. καλοῦνται δὲ ἀθεώρητοι, ὅτι μὴ ἔχουϲι ϲυγκαταθέϲειϲ, ἀλλ’ ἐπιγίνονται, ὡϲ ὑγεία καὶ ἀνδρεία. τεκμήριον δὲ τοῦ ὑπαρκτὴν εἶναι τὴν ἀρετὴν, τὸ γενέϲθαι ἐκ προκοπῆϲ τοὺϲ περὶ Σωκράτην, Διογένην, Ἀντιϲθένην. εἶναι δὲ καὶ τὴν κακίαν ὑπαρκτὴν διὰ τὸ ἀντικεῖϲθαι τῇ ἀρετῇ. διδακτήν τε εἶναι τὴν ἀρετὴν, καὶ δῆλον ἐκ τοῦ γίνεϲθαι ἀγαθοὺϲ ἐκ φαύλων. εἰϲὶ δὲ δύο ἀρεταί, θεωρητικὴ καὶ πρακτική. οἱ δὲ γ′, λογικὴν, φυϲικὴν, ἠθικήν, οἱ δὲ περὶ Ποϲειδώνιον δ′, οἱ δὲ πλείοναϲ, οἱ δὲ μίαν, τὴν φρόνηϲιν. πρώταϲ δὲ ἀνδρείαν, φρόνηϲιν, δικαιοϲύνην, ϲωφροϲύνην, τὰϲ δὲ λοιπὰϲ ὑποτεταγμέναϲ ταύταιϲ, μεγαλοψυχίαν, ἐγκράτειαν, καρτερίαν, ἀγχίνοιαν, εὐβουλίαν. ἀνάλογοι δὲ καὶ αἱ κακίαι. τὸν δὲ ἐνάρετον χρὴ θεωρητικὸν εἶναι καὶ πρακτικὸν ποιητέων. τὰ δὲ ποιητέα καὶ αἱρετέα ἐϲτὶ καὶ ὑπομενετέα καὶ ἐμμενετέα, ὥϲτε εἶναι τὰ μὲν αἱρετῶϲ ποιεῖν, τὰ δὲ ὑπομονητικῶϲ, τὰ δὲ ἐμμενετικῶϲ, φρόνιμόϲ τέ ἐϲτι καὶ ἀνδρεῖοϲ καὶ δίκαιοϲ καὶ ϲώφρων. κεφαλαιοῦϲθαι δὲ ἑκάϲτην τῶν ἀρετῶν περί τι ἴδιον κεφάλαιον, οἷον τὴν ἀνδρείαν περὶ τὰ ὑπομενετέα, τὴν φρόνηϲιν περὶ τὰ ποιητέα καὶ μὴ καὶ οὐδέτερα· ὁμοίωϲ καὶ τὰϲ ἄλλαϲ περὶ τὰ οἰκεῖα τρέπεϲθαι. ἀρετὴ δέ ἐϲτι βελτίϲτη ἕξιϲ, ἢ ἕξιϲ ἀφ’ ἧϲ αὐτό τε τὸ οὐ ἐϲτιν ἄριϲτόν ἐϲτι καὶ τὰϲ ἐνεργείαϲ τὰϲ οἰκείαϲ ἄριϲτα ἀποδίδωϲιν. ἀρετὴ κατὰ φύϲιν· κακία παρὰ φύϲιν. ὅτι οὐ πᾶϲα ἀρετὴ ἐπιϲτήμη· ἔϲτι γὰρ ἡ μὲν διανοητική, ἡ δὲ ἠθική· αἱ δὲ ἠθικαὶ οὐκ ἔχουϲιν ἐν τῇ γνώϲει τὸ εἶναι. ὅτι φαϲὶν οἱ Στωϊκοὶ μηδὲν μεταξὺ εἶναι ἀρετῆϲ καὶ κακίαϲ, οἱ δὲ Περιπατητικοὶ μεταξ λέγουϲιν εἶναι τὴν προκοπήν. ὡϲ γὰρ δεῖν φαϲιν οἱ Στωϊκοὶ ἢ ϲτρεβλὸν εἶναι ξύλον ἡ ὀρθόν, οὕτωϲ ἢ δίκαιον ἢ ἄδικον, οὕτε δικαιότερον, οὔτε ἀδικώτερον· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίωϲ. ὅτι αἱ πολιτικαὶ ἀρεταὶ κατακοϲμοῦϲιν ἡμἃϲ καὶ ἀμείνουϲ ποιοῦϲιν, ὁρίζουϲαι καὶ μετροῦϲαι τὰϲ ἐπιθυμίαϲ, καὶ ὅλωϲ τὰ πάθη μετροῦϲαι, καὶ ψευδεῖϲ δόξαϲ ἀφαιροῦϲαι, τῷ ὅλωϲ ἀμείνονι καὶ τῷ ὡρίϲθαι καὶ τῶν ἀμέτρων καὶ ἀορίϲτων ἔξω εἶναι. τὰϲ δὲ πολιτικὰϲ ἀρετὰϲ ὁ Πλάτων ἀλλαχοῦ καθάρϲειϲ λέγει. δ’ ἀρεταί. ὅτι ἕπεται τῇ φρονήϲει εὐβουλία καὶ ϲύνεϲιϲ, τῇ δὲ ϲωφροϲύνῃ εὐταξία καὶ κοϲμιότηϲ, τῆ δὲ δικαιοϲύνη ἰϲότηϲ καὶ εὐγνωμοϲύνη, τῇ δὲ ἀνδρείᾳ ἀπαραλλαξία καὶ εὐτονία.