Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3838
Not analysed yet
3838 Ἄρειοϲ πάγοϲ. δικαϲτήριον Ἀθήνηϲιν. ἐν αὐταῖϲ βουλαὶ β΄, ἡ μὲν τῶν φ΄ καθ’ ἕκαϲτον ἐνιαυτὸν κληρουμένη βουλεύειν, ἡ δὲ εἰϲ μίαν τῶν Ἀρεοπαγετῶν. ἐδίκαζε δὲ καὶ τὰ φονικὰ καὶ τὰ ἄλλα πολιτικὰ διῴκει ϲεμνῶϲ. ἐκλήθη δὲ Ἄρειοϲ πάγοϲ, ἤτοι ὅτι ἐν τῷ πάγῳ ἐϲτὶ καὶ ἐν ὕψει τὸ δικαϲτήριον· Ἄρειοϲ δὲ, ἐπεὶ τὰ φονικὰ δικάζει ὁ δὲ Ἄρηϲ ἐπὶ τῶν φόνων· ἢ ὅτι ἔπηξε τὸ δόρυ ἐκεῖ ἐν τῇ πρὸϲ Ποϲειδῶνα ὑπὲρ Ἀλιρροθίου δίκῃ, ὅτε ἀπέκτεινεν αὐτὸν βιαϲάμενον Ἀλκίππην τὴν αὐτοῦ καὶ Ἀγραύλου τῆϲ Κέκροποϲ θυγατρὸϲ, ὥϲ φηϲιν Ἑλλάνικοϲ ἐν α′. καὶ Ἄρειον τεῖ χοϲ καὶ Ἀρειοπαγίτηϲ.