Ancient Greek · ~3 min
1.3839 to 1.3851
Suda, Suidae lexicon 1.3839-3851
Not analysed yet
3839 Ἀρήγω. τὸ βοηθῶ. 3840 Ἀρηΐδηλοϲ: ὁ φανερόϲ. 3841 Ἀρηΐθοοϲ: ὁ ἐν πολέμῳ ταχύϲ. 3842 Ἀρηΐλυκοϲ: ὄνομα κύριον. καὶ Ἀρηϊλύκοιο. 3843 Ἀρήϊοϲ. ὁ πολεμικόϲ. καὶ Ἀρήιοι. Ἀλκαῖοϲ· ἀνδρεϲ πόλεωϲ πύργοι ἀρήϊοι. καὶ Ἀρηΐοιϲ, τοῖϲ τοῦ πολέμου. εἶναι ἔλεγε νεότητα ἐπίλεκτον καὶ ἀρηΐοιϲ ὅπλοιϲ πεφράχθαι. 3844 Ἀρηΐφατοϲ: ὁ ἐν πολέμῳ ἀνῃρημένοϲ. 3845 Ἀρηΐφιλοϲ: ὁ φίλοϲ τοῦ Ἄρεωϲ. 3846 Ἀρημένοϲ: ὁ βεβλαμμένοϲ. καὶ Ἀρήμεναι. 3847 Ἀρήνη. ὄνομα πηγῆϲ. 3848 Ἀρρηνοφορεῖν: δ′ μὲν ἐχειροτονοῦντο τῶν εὐγενῶν, δύο δὲ ἐκρίνοντο, αἵτινεϲ ἦρχον τῆϲ ὑφῆϲ τοῦ πέπλου καὶ τῶν ἄλλων τῶν περὶ αὐτήν. λευκὴν δὲ ἐϲθῆτα ἐφόρουν. εἰ δὲ χρυϲία περιέθεντο, ἱερὰ ταῦτα ἐγίνετο. 3849 Ἀρήνωρ: ὁ φύλαξ. 3850 Ἀρήρει. εὖ ἥρμοϲτο. καὶ Ἀρηρόϲ, τὸ εὐάρμοϲτον. Ἀρηρὼϲ δὲ ὁ ἡρμοϲμένοϲ. 3851 Ἀρηρομένη. ἠροτριαϲμένη.