Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3902
Not analysed yet
3902 Ἀριϲτείδηϲ, Ἀδριανεὺϲ, ϲοφιϲτήϲ (Ἀδριανοὶ δὲ πόλιϲ Μυϲίαϲ, τῆϲ νῦν Βιθυνίαϲ), Πολέμωνοϲ τοῦ Σμυρναίου ῥήτοροϲ μαθητὴϲ, υἱὸϲ Εὐδαίμϲνοϲ, φιλοϲόφου τε καὶ ἱερέωϲ γενομένου τοῦ ἐν τῇ πατρίδι αὐτοῦ ἱεροῦ τοῦ Διόϲ. οἱ δὲ Εὐδαίμονα τὸν πατέρα αὐτοῦ γράφουϲιν. ἠκροάϲατο δὲ Ἡρώδου κατὰ τὰϲ Ἀθήναϲ καὶ ἐν Περγάμῳ Ἀριϲτοκλέουϲ, γεγονὼϲ ἐπί τε Ἀντωνίνου τοῦ Καίϲαροϲ καὶ διατείναϲ μέχρι Κομόδου. τῶν δὲ λόγων αὐτοῦ παρ’ οὐδενὶ πέραϲ εὕροι τιϲ ἂν, ἄλλωϲ δὲ ἄλλοιϲ ἐπιτευχθένταϲ.