Ancient Greek · ~2 min
1.3899 to 1.3901
Suda, Suidae lexicon 1.3899-3901
Not analysed yet
3899 Ἀρίϲταιχμοϲ: ὄνομα κύριον. 3900 Ἀριϲτέαϲ, Δημοχάριδοϲ ἢ Καυϲτροβίου, Προικοννήϲιοϲ, ἐποποιὸϲ· τὰ Ἀριμάϲπεια καλούμενα ἔπη· ἔϲτι δὲ ἱϲτορία τῶν Ὑπερβορέων Ἀριμαϲπῶν, βιβλία γ΄, τούτου φαϲὶ τὴν ψυχὴν, ὅταν ἐβούλετο, ἐξιέναι καὶ ἐπανιέναι πάλιν. γέγονε δὲ κατὰ Κροῖϲον καὶ Κῦρον, Ὀλυμπιάδι ν′. ἔγραψε δὲ οὗτοϲ καὶ καταλογάδην Θεογονίαν, εἰϲ ἔπη ᾴ. 3901 Ἀριϲτερά: τὰ μωρά· δεξιὰ δὲ τὰ ϲυνετά. Σοφοκλῆϲ περὶ Αἴαντόϲ φηϲιν· οὕ ποτε γὰρ φρενόθεν γ’ ἐπ’ ἀριϲτερὰ, παῖ Πελαμῶνοϲ, ἔβηϲ.