Ancient Greek
1.3904 to 1.3907
Suda, Suidae lexicon 1.3904-3907
Not analysed yet
3904 Ἀριϲτεῖον: τὸ τοῖϲ ἀριϲτεύϲαϲι διδόμενον ἔπαθλον. καὶ Ἀρίϲτειοϲ ἐκ τοῦ Ἀριϲτεύϲ. 3905 Ἀριϲτήϲαϲθε, γεύϲαϲθε. Ἀρίϲτιϲον δὲ διὰ τοῦ ι. Ἀριϲτοφάνηϲ Ὄρνιϲι· τούτουϲ μὲν ἄγων μετὰ ϲοῦ ἀρίϲτιϲον εὖ. 3906 Ἀριϲτίνδην. κατ’ ἐκλογὴν καὶ αἵρεϲιν τῶν ἀρίϲτων νομοθετῶν. 3907 Ἀρίϲτιοϲ Κύκλωψ· μέμνηται τούτου Χαμαιλέων ἐν τῷ περὶ Σατὑρων.