Ancient Greek · ~3 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3908
Not analysed yet
3908 Ἀρίϲτιπποϲ: Ἀριτάδου, ἀπὸ Κυρήνηϲ, φιλόϲοφοϲ, Σωκράτουϲ ἀκουϲτήϲ· ἀφ’ οὗπερ ἡ Κυρηναϊκὴ κληθεῖϲα αἵρεϲιϲ ἤρξατο. πρῶτοϲ δὲ τῶν Σωκρατικῶν μιϲθοὺϲ ἐπράξατο. Ξενοφῶντι δὲ εἶχε δυϲμενῶϲ, καὶ ἦν ἱκανὸϲ ἁρμόϲαϲθαι καὶ χρόνῳ καὶ τόπῳ. καὶ τῶν μὲν παρόντων ἀπέλαυε καὶ ἡδονὴν μετεδίωκε, πόνῳ δὲ ἀπόλαυϲιν οὐδεμίαν ἐθήρα τῶν οὐ παρόντων. ὅθεν Διογένηϲ βαϲιλικὸν κύνα αὐτὸν ἐκάλει. ἀποφθέγματα δὲ αὐτοῦ πλεῖϲτα καὶ ἄριϲτα. διήκουϲε δὲ αὐτοῦ ἡ θυγάτηρ Ἀρήτη, ἀφ’ ἧϲ ὁ παῖϲ αὐτῆϲ ὁ νέοϲ Ἀρίϲτιπποϲ, ὃϲ ἐκλήθη Μητροδίδακτοϲ, οὐ Θεόδωροϲ, ὁ Ἄθεοϲ ἐπικληθείϲ, εἶτα Θεόϲ· τοῦ δὲ Αντίπατροϲ, τοῦ δὲ Ἐπιτιμήδηϲ ὁ Κυρηναῖοϲ, τοῦ δὲ Παραιβάτηϲ. τοῦ δὲ Ἡγηϲίαϲ ὁ Πειϲιθάνατοϲ, τοῦ δὲ Ἀννίκεριϲ, ὁ Πλάτωνα λυτρωϲάμενοϲ.