Ancient Greek · ~7 min
1.392 to 1.403
Suda, Suidae lexicon 1.392-403
Not analysed yet
392 Βορβ οροτάραξι: Ἀριϲτοφάνηϲ. ἀντὶ τοῦ ταραχωδέϲτατε ταράττων ἡμῶν τὴν πόλιν καὶ θορυβῶν ὥϲπερ βόρβορον· θορύβου Prov. πληρώϲαϲ τὴν πόλιν καὶ βορβόρου. καὶ παροιμία· Βορβόρ ῳ ὕδωρ λαμπρὸν μιαίνων ο ὔποθ’ εὑρήϲειϲ ποτόν· ἐπὶ τῶν τὰ κάλλιϲτα μιγνύντων αἰϲχίϲτοιϲ. λύϲιϲ ὀνείρων· ἔκδηλόϲ ἐϲτι βόρβοροϲ ψυχῆϲ ῥύποϲ. ἰλὺν πεπλευκὼϲ τοῦ νοὸϲ νόει βλάβην. 393 Βορβ ορυγμόϲ. ὁ ἦχοϲ τοῦ ὕδατοϲ ἐπιφερόμενοϲ. ἡ φάρυγξ ἐκελάρυζε, καὶ πολὺϲ ἐν τῷ ϲτόματι ἦν βορβορυγμόϲ. 394 Βορβ ορυγμόϲ. ἦχοϲ ἐκ τοῦ ϲτόματοϲ. ϲύνθημα δέ ἐϲτι ταῖϲ καμήλοιϲ τὸ καθέζεϲθαι ὁ τοιοῦτοϲ ἦχοϲ. 395 Βορραῖ· ζήτει ὀπίϲω ἐν τῷ Βορρᾶϲ. 396 Bορίανθοϲ. ὅτι βάρβαροί τινεϲ κτείνουϲι Βορίανθον τυραννήϲαντα, ταύτῃ προϲάγεϲθαι τὸν τῶν Ῥωμαίων ϲτρατηγὸν ἡγούμενοι ἐϲ εὔνοιαν. καὶ δὴ ἀφικόμενοι τῶν τοῦ Βοριάνθου αὐθεντῶν τινεϲ ἆθλα τῶν περὶ τὸν ἄνδρα πεπραγμένων ἠξίουν παρὰ Σκιπίωνοϲ κομίζεϲθαι ὁ δὲ Σκιπίων ἀποκρίνεται, μηδαμῶϲ εἶναι Ῥωμαίοιϲ ἔννομον ἐν ἐπαίνῳ ποιεῖϲθαι τὰϲ κατὰ τῶν ϲτρατηγῶν τοῖϲ ἀρχομένοιϲ ἐπιχειρουμέναϲ ἐπιβουλάϲ. 397 Βορόν: βρωτικόν. ὀξυτόνωϲ. Ἀριϲτοφάνηϲ· μιαρὸν τὸ χρῆμα, κἄκοϲμον καὶ βορόν. καὶ ὕδωρ βορόν, ἀγρυπνίη βορόν ζήτει ἐν τῷ ὕδωρ Suid. βορόν. 398 Βόϲιν: τροφήν. 399 Βοϲκήϲομεν: θρέψομεν. καὶ Βόϲκουϲαν, τρέφουϲαν. Σοφοκλῆϲ περὶ Οἰδίποδοϲ· ἀλλ’ εἰ τὰ θνητῶν μὴ καταιϲχύνεϲθ’ ἔτι γένεθλα, τὴν γοῦν πάντα βόϲκουϲαν φλόγα αἰδεῖϲθ’ ἄνακτοϲ ἡλίου, τοιόνδ’ ἄγοϲ ἀκάλυπτον οὕτω δείκνυται, τὸ μήτε γῆ μήτ’ ὄμβροϲ ἱερὸϲ μήτε φῶϲ προϲδέξεται. 400 Βοϲόρ: τὸ ἱμάτιον τὸ ἀπὸ κόκκου βεβαμμένον κατὰ Ἑβραΐδα διάλεκτον. 401 B όϲποροϲ, πόλιϲ περὶ τὸν Ἑλλήϲποντον, ἣν Βωχάνοϲ ὁ Τοῦρκοϲ ἐπὶ Ἰουϲτινιανοῦ βαϲιλέωϲ ἐπόρθηϲε. 402 Bόϲποροι β΄· ὁ μὲν κατὰ τὴν Προποντίδα, ὁ δὲ Θρᾳκικόϲ, ὥϲ φηϲι Φιλέαϲ. 403 Βόϲτρυχοϲ: πλέγμα τριχῶν γυναικείων. ἐν Ἐπιγράμμαϲιν· εἰπὲ τίνι πλέξειϲ ἔτι βόϲτρυχον: Ἀριϲτοφάνηϲ· πάνυ γάρ τιϲ ἔρωϲ με δονεῖ τῶνδε βοϲτρύχων. ἐναλείφειν τὰϲ τρίχαϲ καὶ διατιθέναι κατὰ βοϲτρύχουϲ, εὐθὺϲ ἅπαϲι πρόχειρον, ὅτι ἄνθρωποϲ οὗτοϲ τῇ Χίων θεῷ καὶ τοῖϲ Ἰθυφάλλοιϲ ὠργίακεν.