Ancient Greek · ~8 min
1.404 to 1.422
Suda, Suidae lexicon 1.404-422
Not analysed yet
404 Βοτά: βοϲκήματα. καὶ Βοτάνη, ὁ χόρτοϲ. Καδμείων τινὲϲ ἱπποβοϲκοὶ περὶ βοτάνηϲ πρόϲ τιναϲ τῶν Μινύων ἤριζον. τοὺϲ πληϲίον ὑπερβάλλοντεϲ λόφουϲ μεϲτὸν εὑρήϲουϲι τὸ πεδίον παντοίων βοτῶν. 405 Βοτηρικὰ κύπελλα· ἐν Ἐπιγράμμαϲι. καὶ Bοτῆρεϲ, ποιμένεϲ. 406 B οτὴρ καὶ Δ οτήρ, Δώτωρ δὲ καὶ Β ώτωρ. 407 Bοτόϲ: τροφὴ, ἢ βοϲκή. καὶ Βροτόϲ, ὁ ἄνθρωποϲ. 408 οτρυδόν: ἐπαλλήλαϲ· ἡ ἑτέρα τῆϲ ἑτέραϲ ἐχομένη, ὡϲ ῥᾶγεϲ τῶν βοτρύων. 409 Βότρυν: τὴν ὀπώραν· οὐχὶ τὴν ϲταφυλὴν μόνην. καὶ μήποτε On. τὴν βοτρυΐαν ὀπώραν. λύϲιϲ ὀνείρου· βότρυϲ κατέϲθειν ὀμβρικὴν δηλοῖ λύϲιν. 410 Βοτρυόδωροϲ: ἡ εἰρήνη. ἐπεὶ αἱ ἄμπελοι ἐν εἰρήνῃ φύονται. Ἀριϲτοφάνηϲ· ὦ πότνια βοτρυόδωρε. καὶ παροιμία· Βότρυϲ πρὸϲ β ότρυν πε παίνεται, ἐπὶ τῶν ἐξιϲοῦϲθαι φιλονεικούντων. 411 Βοτρυοϲταγῆ ἔρν η. ὑπερβεβηκέναι δὲ τοῖϲ ἐπιτηδεύμαϲι τὰ Βότρυοϲ ὑπομνήματα καὶ τὰ Φιλαινίδοϲ καὶ τῶν ἄλλων ἀναιϲχυντότερα γράφων. 412 Βούβοτον Ὀ ρβ ηλοῖο πα ρὰ ϲφυρόν. καὶ Bούβ οτοϲ. ἡ πολλὴν τροφὴν ἔχουϲα. 413 Βουβωνιῶ: φλεγμαίνω τοὺϲ βουβῶναϲ. ἐγῶ μὲν οὖν εἰϲ τὸ βαλανεῖον βούλομαι· λείπει ἀπελθεῖν· βουβωνιῶ γὰρ τὼ νεφρὼ ὑπὸ τῶν κὸπων. 414 Bουγά ϊοϲ· τὸ βου κατ’ ἐπίταϲιν· ὡϲ ἐν τῷ βουπείνα, ἡ μεγάλη πείνα, καὶ βούγλωϲϲοι. 415 Bουδόρ ῳ νόμ ῳ: ἐπὶ τῶν ἀξίων οὕτωϲ δέρεϲθαι ὡϲ οἱ βόεϲ. 416 ουζύγηϲ: ὁ Ἡρακλῆϲ. 417 Bοῦθοϲ περιφ οιτᾷ: ἐπὶ τῶν ἀϲυνέτων καὶ παχυφρόνων εἴρηται. καὶ Βουθοίναϲ, ὁ Ἡρακλῆϲ. Ὕλλου γὰρ τοῦ υἱοῦ αὐτοῦ πεινάϲαντοϲ, ἕνα τῶν ἀροτήρων βοῶν Θεοδάμαντοϲ θοινήϲαϲ ἔφαγεν. 418 Βουθυτεῖ· δοτικῇ. Ἀριϲτοφάνηϲ Πλούτῳ. ὁ δεϲπότηϲ ἔνδον βουθυτεῖ. καταχρηϲτικῶϲ εἴρηται ἡ βουθυϲία, δηλοῦϲα τόν τε ὄγκον τοῦ μεγέθουϲ καὶ τὸ ἐντελὲϲ τῆϲ θυϲίαϲ, ἣν ἑκατόμβην καλοῦϲι καὶ τριττύν. 419 Ὅ τι Βουκελλάριοι Ἑλληνογαλάται ὀνομάζονται καὶ ἡ τῶν Βουκελλαρίων χώρα Γαλογραικία. 420 B ουκολήϲαϲ: ἀπατήϲαϲ. καὶ Βουκόλημα, τὸ θέλγητρον. ὅπωϲ ἔχῃ τι βουκόλημα τῆϲ λύπηϲ, ἐνέθηκε τοῖϲ τοίχοιϲ ποικίλαϲ γραφὰϲ ζῴων. 421 B ουκάραϲ: ποταμόϲ. Πολύβιοϲ· κατὰ τὴν εἰϲ θάλαϲϲαν ἐκβολὴν τοῦ Βουκάρα ποταμοῦ. 422 Βουκόρυζαν: τὴν μεγάλην κόρυζαν. καὶ Κορ υζᾶν, τὸν ἰϲχυρῶϲ κορύζοντα. Μένανδροϲ.